Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.22.1-14.22.7

亚达薛西的迎战准备与两军布阵

第 316 段,共 723 段 · 希腊语

内容简介

亚达薛西二世集结军队以阻击库鲁斯,并在幼发拉底河附近修筑了防御阵地。库鲁斯与亚达薛西各自布阵,准备迎战。

§14.22.1ὁ δὲ βασιλεὺς Ἀρταξέρξης καὶ πάλαι μὲν ἦν παρὰ Φαρναβάζου πεπυσμένος ὅτι στρατόπεδον ἐπʼ αὐτὸν ἀθροίζει λάθρᾳ Κῦρος, καὶ τότε δὴ πυθόμενος αὐτοῦ τὴν ἀνάβασιν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις εἰς Ἐκβάτανα τῆς Μηδίας.
另一方面,国王亚达薛西早已从法尔纳巴佐斯处得知,库鲁斯正暗中集结军队对付他;此时得知他率军上行,便将遍布各地的军队召集到媒体亚的埃克巴坦那。
§14.22.2ἐπεὶ δὲ αἵ τε παρʼ Ἰνδῶν καί τινων ἄλλων ἐθνῶν καθυστέρουν διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους, μετὰ τῆς συναχθείσης στρατιᾶς ὥρμησεν ἀπαντήσων τῷ Κύρῳ.
然而,由于印度人及其他一些民族的军队因路途遥远而延误,他便率领已经集结的军队出发去迎击库鲁斯。
εἶχε δὲ τοὺς ἅπαντας στρατιώτας σὺν ἱππεῦσιν οὐκ ἐλάττους τετταράκοντα μυριάδων, καθά φησιν Ἔφορος.
据埃福罗斯记载,他拥有的士兵总数(包括骑兵在内)不少于四十万人。
§14.22.3ὡς δʼ εἰς τὸ Βαβυλώνιον ἧκε πεδίον, παρὰ τὸν Εὐφράτην στρατοπεδείαν ἐβάλετο, διανοούμενος ἐν ταύτῃ καταλιπεῖν τὴν ἀποσκευήν· ἐπυνθάνετο γὰρ τοὺς πολεμίους οὐ μακρὰν ὄντας, καὶ τὸ παράβολον αὐτῶν τῆς τόλμης ὑπώπτευεν.
当他抵达巴比伦尼亚平原时,便在幼发拉底河畔扎下营寨,打算将辎重留在营中;因为他得知敌军已在不远处,并且对他们冒险的胆量抱有戒备。
§14.22.4ὀρύξας οὖν τάφρον τὸ μὲν πλάτος ποδῶν ἑξήκοντα, τὸ δὲ βάθος ποδῶν δέκα, περιέθηκε κύκλῳ τὰς συνακολουθούσας ἁρμαμάξας καθαπερεὶ τεῖχος.
于是,他挖了一条宽六十英尺、深十英尺的战壕,并将随行的四轮马车如城墙般环绕在四周。
καταλιπὼν δʼ ἐν τῇ παρεμβολῇ τὴν ἀποσκευὴν καὶ τὸν ἀχρεῖον ὄχλον, ἐπὶ μὲν ταύτης ἱκανὴν φυλακὴν παρέστησεν, αὐτὸς δὲ τὴν δύναμιν εὔζωνον προαγαγὼν ἀπήντα τοῖς πολεμίοις ἐγγὺς ὑπάρχουσιν.
他在营地中留下了辎重和无用的闲杂人等,并在那里部署了足够的守备部队,而他自己则率领轻装军队前行,迎击已近在咫尺的敌军。
§14.22.5ὁ δὲ Κῦρος ὡς εἶδε προϊοῦσαν τὴν τοῦ βασιλέως στρατιάν, εὐθὺς εἰς τάξεις κατέστησε τὸ σφέτερον στρατόπεδον.
库鲁斯一见国王的军队正在推进,便立即将己方部队整顿成阵。
τὸ μὲν οὖν δεξιὸν κέρας παρὰ τὸν Εὐφράτην παρεκτεῖνον πεζοὶ μὲν ἐπεῖχον Λακεδαιμόνιοι καί τινες τῶν μισθοφόρων, ὧν ἁπάντων Κλέαρχος ὁ Λακεδαιμόνιος ἀφηγεῖτο· συνηγωνίζοντο δʼ αὐτῷ τῶν ἱππέων οἱ συναχθέντες ἀπὸ Παφλαγονίας, ὄντες ὑπὲρ τοὺς χιλίους· τὸ δὲ θάτερον μέρος ἐπεῖχον οἵ τʼ ἀπὸ Φρυγίας καὶ Λυδίας, ἔτι δὲ τῶν ἱππέων περὶ χιλίους, ὧν εἶχε τὴν ἡγεμονίαν Ἀριδαῖος.
沿着幼发拉底河延伸的右翼由拉刻代蒙人步兵及部分雇佣兵占领,他们全由拉刻代蒙人克里阿科斯指挥;与他并肩作战的有从帕夫拉戈尼亚集结来的骑兵,人数在一千以上;而另一侧翼则由来自弗里吉亚和吕底亚的士兵以及约一千名骑兵占领,他们由阿里代奥斯统领。
§14.22.6αὐτὸς δὲ ὁ Κῦρος ἐτέτακτο κατὰ μέσην τὴν φάλαγγα τοὺς κρατίστους ἔχων Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων ὡς μυρίους· προηγοῦντο δʼ αὐτῷ τῶν ἱππέων οἱ κάλλιστα διεσκευασμένοι χίλιοι, θώρακας ἔχοντες καὶ μαχαίρας Ἑλληνικάς.
库鲁斯本人则位于战线中央,率领着约一万名最优秀的波斯人及其他蛮族士兵;在他前方领路的是一千名装备最精良的骑兵,他们身着胸甲,佩戴着希腊式的短剑。
§14.22.7Ἀρταξέρξης δὲ πρὸ μὲν τῆς φάλαγγος πάσης ἔστησεν ἅρματα δρεπανηφόρα τὸν ἀριθμὸν οὐκ ὀλίγα· καὶ τῶν μὲν κεράτων Πέρσας ἡγεμόνας κατέστησε, κατὰ δὲ τὸ μέσον αὐτὸς ἐτάχθη τῶν ἐπιλέκτων ἔχων οὐκ ἐλάττους πεντακισμυρίων.
亚达薛西在整个战线的前方布置了为数不少的镰刀战车;他任命波斯人担任两翼的指挥官,而他自己则位于中央,率领着不少于五万人的精选部队。

词汇与语法注释

  1. 14.22.1ἀθροίζει — 在表示转述语的 ὅτι 从句中,虽然主句动词为过去时态(ἦν πεπυσμένος),但从句中保留了现在时态(ἀθροίζει)(即所谓“生动呈现”用法 repraesentatio),用以生动地描绘当时正在进行的动作。
  2. 14.22.2διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους — 由介词 διὰ 和带冠词不定式 τὸ ἀφεστάναι(ἀφίστημι 的完成时主动不定式)构成的因果表达。对格的 τοὺς τόπους 作为该不定式的逻辑主语。
  3. 14.22.4τὸ μὲν πλάτος ... τὸ δὲ βάθος — 限定或关系对格(意为“在宽度上”、“在深度上”),用于说明名词 τάφρον 的具体尺寸。
  4. 14.22.4ἐπὶ μὲν ταύτης — 指示代名词 ταύτης 指代前文的女性名词 παρεμβολῇ(营地),意为“在这座营地上”或“为了对其进行防守”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.22.1-14.22.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.22.1-14.22.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。