Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.23.1-14.23.7

クナクサの戦いとキュロスの戦死

317 / 723 箇所 · ギリシア語

要旨

ギリシア人傭兵とペルシア王の軍勢との戦闘が始まり、ギリシア側が圧倒するが、キュロスとアルタクセルクセスの一騎打ちの末にキュロスが戦死し、王の軍勢が最終的に勢力を挽回する。

§14.23.1ὡς δὲ τρεῖς σχεδὸν σταδίους ἀπεῖχον ἀλλήλων αἱ δυνάμεις, οἱ μὲν Ἕλληνες παιανίσαντες τὸ μὲν πρῶτον ἡσυχῇ προῆγον·
両軍の距離がほぼ3スタディオンに迫ったとき、ギリシア人たちはペアンを歌い、最初は静かに前進した。
ὡς δʼ ἐντὸς βέλους ἦσαν, ἔθεον κατὰ πολλὴν σπουδήν.
しかし、矢の届く範囲に入ると、彼らは大きな勢いで走って進んだ。
παρηγγελκὼς δʼ αὐτοῖς Κλέαρχος ὁ Λακεδαιμόνιος ἦν τοῦτο πράττειν·
ラケダイモン人クレアルコスは彼らにこのように行動することを命じていた。
τὸ μὲν γὰρ ἐκ διαστήματος πολλοῦ μὴ τρέχειν ἤμελλεν ἀκεραίους τοῖς σώμασι τοὺς ἀγωνιζομένους τηρήσειν εἰς τὴν μάχην, τὸ δʼ ἐγγὺς ὄντας δρόμῳ προσιέναι τὰς τῶν τόξων βολὰς καὶ τῶν ἄλλων βελῶν ὑπερπετεῖς ἐδόκει ποιήσειν.
というのも、遠い距離から走らないことは、戦う者たちの体力を戦闘のために無傷のまま維持することになるはずであり、他方、間近にいる時に走って接近することは、弓の射撃や他の飛び道具を飛び越えさせる(=外れさせる)と思われたからである。
§14.23.2ἐπεὶ δʼ ἤγγισαν οἱ μετὰ Κύρου τῷ τοῦ βασιλέως στρατοπέδῳ, τοσοῦτʼ ἐπʼ αὐτοὺς ἐρρίφη βελῶν πλῆθος, ὅσον εἰκός ἐστιν ἐκ δυνάμεως ἐνεχθῆναι συνεστώσης ἐκ μυριάδων τετταράκοντα.
キュロスを擁する軍勢が王の軍勢に近づいたとき、彼らに向けて、40万人からなる軍勢から放たれるのが自然であるほどの、非常に多くの飛び道具が投げつけられた。
οὐ μὴν ἀλλὰ βραχὺν χρόνον παντελῶς τοῖς παλτοῖς διαγωνισάμενοι, τὸ λοιπὸν ἐκ χειρὸς ἤδη τὴν μάχην συνίσταντο.
とはいえ、ほんの短い時間だけ投げ槍で戦った後、彼らはそれ以降、直ちに白兵戦に入った。
§14.23.3Λακεδαιμόνιοι δὲ μετὰ τῶν ἄλλων μισθοφόρων εὐθὺς ἐκ τῆς πρώτης συστάσεως ἐξέπληξαν τοὺς ἀντιτεταγμένους βαρβάρους τῇ τε τῶν ὅπλων λαμπρότητι καὶ ταῖς εὐχειρίαις.
ラケダイモン人は他の傭兵たちとともに、最初の衝突の直後から、武器の輝きとその手際の良さによって、対峙する異民族たちを震撼させた。
§14.23.4ἐκεῖνοι μὲν γὰρ ἦσαν ὅπλοις τε μικροῖς ἐσκεπασμένοι καὶ τὰ πολλὰ τῶν ταγμάτων ἔχοντες ψιλικά, πρὸς δὲ τούτοις ἄπειροι τῶν κατὰ πόλεμον κινδύνων· οἱ δʼ Ἕλληνες διὰ τὸ μῆκος τοῦ Πελοποννησιακοῦ πολέμου κατὰ τὸ συνεχὲς ἐν μάχαις γεγενημένοι πολὺ ταῖς ἐμπειρίαις διέφερον.
というのも、前者は小さな武器で身を覆っており、部隊の大部分が軽装兵であって、さらに戦争の危険にも不慣れであったのに対し、ギリシア人たちはペロポネソス戦争の長期化により絶えず戦闘の中に身を置いていたため、経験において遥かに勝っていたからである。
διόπερ εὐθὺ τρεψάμενοι τοὺς καθʼ αὑτοὺς ἐδίωκον, καὶ πολλοὺς τῶν βαρβάρων ἀνῄρουν.
それゆえ彼らは、直面する敵を直ちに敗走させて追撃し、多くの異民族を討ち倒した。
§14.23.5κατὰ δὲ μέσην τὴν τάξιν ἔτυχε μὲν ἀμφοτέρους τοὺς ὑπὲρ τῆς βασιλείας ἀγωνιζομένους ταχθῆναι·
他方、戦列の中央では、王位をめぐって争う両者がたまたま配置されることとなった。
διὸ καὶ κατανοήσαντες τὸ γεγενημένον ὥρμησαν ἐπʼ ἀλλήλους, φιλοτιμούμενοι διʼ ἑαυτῶν κρῖναι τὴν μάχην·
それゆえ、彼らはその状況を悟ると、自らの手で戦闘を決することを望んで互いに突進した。
συνήγαγε γάρ, ὡς ἔοικεν, ἡ τύχη τὴν ὑπὲρ τῆς ἡγεμονίας τοῖς ἀδελφοῖς ἔριν εἰς μονομαχίαν καθάπερ εἰς ἀπομίμημα τῆς παλαιᾶς ἐκείνης καὶ τραγῳδουμένης τῆς περὶ τὸν Ἐτεοκλέα καὶ Πολυνείκην τόλμης.
なぜなら、運命が、支配権をめぐる兄弟の争いを一騎打ちへと導いたからであり、それはまるで、あの古く悲劇として歌われる、エテオクレスとポリュネイケスをめぐる大胆な闘争を模したかのようであった。
§14.23.6Κῦρος μὲν οὖν φθάσας ἐκ διαστήματος ἠκόντισε, καὶ τυχὼν τοῦ βασιλέως ἔσφηλεν αὐτὸν ἐπὶ τὴν γῆν·
そこでキュロスは先手を打って、距離を置いたところから槍を投げ、王に命中させて地面に倒した。
ὃν ταχέως οἱ περὶ αὐτὸν ἁρπάσαντες ἀπήνεγκαν ἐκ τῆς μάχης.
王の周囲の者たちは素早く彼を抱え上げて戦場から連れ去った。
καὶ τὴν μὲν τοῦ βασιλέως ἡγεμονίαν διαδεξάμενος Τισσαφέρνης ἀνὴρ Πέρσης παρεκάλει τε τὰ πλήθη καὶ αὐτὸς λαμπρῶς ἠγωνίζετο·
そして、王の指揮権を引き継いだペルシア人ティッサフェルネスは、兵士たちを鼓舞し、自らも輝かしく戦った。
ἀναμαχόμενος δὲ τὸ περὶ τὸν βασιλέα γεγονὸς ἐλάττωμα καὶ μετὰ τῶν ἐπιλέκτων ἐπὶ πάντα τόπον ἐπιφαινόμενος πολλοὺς ἀνῄρει τῶν ἀντιτεταγμένων, ὥστε τὴν ἐπιφάνειαν αὐτοῦ πόρρωθεν ὑπάρχειν ἐπίσημον.
彼は、王の身に起きた不覚を挽回しようとして、精鋭たちとともにあらゆる場所に現れては対峙する敵を多く討ち倒したため、その姿は遠くからでも目立っていた。
§14.23.7ὁ δὲ Κῦρος ἐπαρθεὶς τῷ προτερήματι τῶν περὶ αὐτὸν εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους, καὶ τὸ μὲν πρῶτον ἀφειδῶς τῇ τόλμῃ χρώμενος πολλοὺς ἀνῄρει, μετὰ δὲ ταῦτα προχειρότερον κινδυνεύων ὑπό τινος τῶν τυχόντων Περσῶν πληγεὶς ἐπικαίρως ἔπεσεν.
一方キュロスは、自らの側の優勢に高揚して、敵陣の真っ只中へと突進し、最初は惜しみなく大胆に行動して多くの敵を討ち倒したが、その後はあまりにも軽率に危険を冒したため、居合わせた平凡なペルシア人の一人に急所を突かれて倒れた。
τούτου δʼ ἀναιρεθέντος οἱ τοῦ βασιλέως πρὸς τὴν μάχην ἐπερρώσθησαν, καὶ τέλος τῷ τε πλήθει καὶ τῇ τόλμῃ κατεπόνησαν τοὺς ἀνθεστηκότας.
彼が討ち取られると、王の兵たちは戦闘に向けて勇気づけられ、最後には数の多さと大胆さによって、抵抗する者たちを制圧した。

語釈・文法注

  1. §14.23.1παρηγγελκὼς δʼ αὐτοῖς Κλέαρχος ὁ Λακεδαιμόνιος ἦν — 完了分詞と動詞 εἰμί の未完了過去形 ἦν による迂言的完了表現(過去完了に相当)であり、戦闘が本格化する前にあらかじめクレアルコスがこの指示を「下していた」という先行する過去の背景を示している。
  2. §14.23.1τὸ μὲν γὰρ ἐκ διαστήματος πολλοῦ μὴ τρέχειν — 定冠詞 τὸ によって名詞化された対比構造の不定詞句(μὴ τρέχειν と δρόμῳ προσιέναι)がそれぞれの節の主語を形成する。後半の対格分詞 ὄντας は、不定詞 προσιέναι の意味上の主語(ギリシア人たち自身)に一致している。
  3. §14.23.5ἔτυχε μὲν ἀμφοτέρους ... ταχθῆναι — 動詞 τυγχάνω は古典ギリシア語では通常分詞を伴って「たまたま〜する」を表すが、後期の散文(ディオドロスなど)ではしばしば対格と不定詞(A.C.I.)の構文を支配して同様の意味を表す。ここでは ἀμφοτέρους が受動アオリスト不定詞 ταχθῆναι の意味上の主語である。
  4. §14.23.6φθάσας — 動詞 φθάνω のアオリスト能動態分詞で、「〜に先んじて」「一足先に〜する」という副詞的機能を持つ。ここではキュロスが兄に「先手を打って」槍を投げた動作を描写している。
  5. §14.23.7τῷ προτερήματι τῶν περὶ αὐτὸν — 属格の代名詞句 τῶν περὶ αὐτὸν(彼の周りの者たち、すなわち彼の陣営・側)が名詞 προτερήματι(優勢、勝利)を修飾している。キュロスが「自らの側が収めた成功」によって高揚したことを示す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.23.1-14.23.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.23.1-14.23.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。