Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.22.1-14.22.7

アルタクセルクセスの迎撃準備と両軍の布陣

316 / 723 箇所 · ギリシア語

要旨

アルタクセルクセス2世はキュロスの進軍を阻止するために軍勢を集め、ユーフラテス川の近くに陣地を築いた。キュロスとアルタクセルクセスはそれぞれの軍勢を布陣させ、対決に備えた。

§14.22.1ὁ δὲ βασιλεὺς Ἀρταξέρξης καὶ πάλαι μὲν ἦν παρὰ Φαρναβάζου πεπυσμένος ὅτι στρατόπεδον ἐπʼ αὐτὸν ἀθροίζει λάθρᾳ Κῦρος, καὶ τότε δὴ πυθόμενος αὐτοῦ τὴν ἀνάβασιν μετεπέμπετο τὰς πανταχόθεν δυνάμεις εἰς Ἐκβάτανα τῆς Μηδίας.
一方、王アルタクセルクセスは、キュロスが密かに自分に対して軍勢を集めているということを以前からすでにファルナバゾスより知らされており、その時になって彼の進軍を知ると、あらゆる場所からメディアのエクバタナに軍勢を召喚した。
§14.22.2ἐπεὶ δὲ αἵ τε παρʼ Ἰνδῶν καί τινων ἄλλων ἐθνῶν καθυστέρουν διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους, μετὰ τῆς συναχθείσης στρατιᾶς ὥρμησεν ἀπαντήσων τῷ Κύρῳ.
しかし、インド人やその他のいくつかの民族からの軍勢は、それらの土地が遠く離れているために遅れていたので、彼は集まった軍勢とともにキュロスを迎え撃つために出発した。
εἶχε δὲ τοὺς ἅπαντας στρατιώτας σὺν ἱππεῦσιν οὐκ ἐλάττους τετταράκοντα μυριάδων, καθά φησιν Ἔφορος.
彼は、エポロスが言うには、騎兵を合わせて全部で40万人を下回らない兵士を擁していた。
§14.22.3ὡς δʼ εἰς τὸ Βαβυλώνιον ἧκε πεδίον, παρὰ τὸν Εὐφράτην στρατοπεδείαν ἐβάλετο, διανοούμενος ἐν ταύτῃ καταλιπεῖν τὴν ἀποσκευήν·
彼はバビロニアの平原に到着すると、ユーフラテス川のそばに陣を張り、その中に輜重を残しておくつもりであった。
ἐπυνθάνετο γὰρ τοὺς πολεμίους οὐ μακρὰν ὄντας, καὶ τὸ παράβολον αὐτῶν τῆς τόλμης ὑπώπτευεν.
というのも、彼は敵が遠くないところにいると聞いており、彼らの大胆不敵さを警戒していたからである。
§14.22.4ὀρύξας οὖν τάφρον τὸ μὲν πλάτος ποδῶν ἑξήκοντα, τὸ δὲ βάθος ποδῶν δέκα, περιέθηκε κύκλῳ τὰς συνακολουθούσας ἁρμαμάξας καθαπερεὶ τεῖχος.
そこで彼は、幅60フィート、深さ10フィートの塹壕を掘り、従ってきた四輪馬車を城壁のように周囲に配置した。
καταλιπὼν δʼ ἐν τῇ παρεμβολῇ τὴν ἀποσκευὴν καὶ τὸν ἀχρεῖον ὄχλον, ἐπὶ μὲν ταύτης ἱκανὴν φυλακὴν παρέστησεν, αὐτὸς δὲ τὴν δύναμιν εὔζωνον προαγαγὼν ἀπήντα τοῖς πολεμίοις ἐγγὺς ὑπάρχουσιν.
そして陣営の中に輜重と非戦闘員の群衆を残し、これに対して十分な守備隊を置き、自身は軍勢を軽装にして前進させ、間近に迫っている敵を迎え撃った。
§14.22.5ὁ δὲ Κῦρος ὡς εἶδε προϊοῦσαν τὴν τοῦ βασιλέως στρατιάν, εὐθὺς εἰς τάξεις κατέστησε τὸ σφέτερον στρατόπεδον.
一方キュロスは、前進してくる王の軍勢を見ると、直ちに自軍を陣形に整えた。
τὸ μὲν οὖν δεξιὸν κέρας παρὰ τὸν Εὐφράτην παρεκτεῖνον πεζοὶ μὲν ἐπεῖχον Λακεδαιμόνιοι καί τινες τῶν μισθοφόρων, ὧν ἁπάντων Κλέαρχος ὁ Λακεδαιμόνιος ἀφηγεῖτο·
ユーフラテス川に沿って延びる右翼は、ラケダイモン人の歩兵といくらかの傭兵が占め、彼ら全員をラケダイモン人のクレアルコスが指揮していた。
συνηγωνίζοντο δʼ αὐτῷ τῶν ἱππέων οἱ συναχθέντες ἀπὸ Παφλαγονίας, ὄντες ὑπὲρ τοὺς χιλίους·
そして彼とともに戦ったのは、パフラゴニアから集められた1,000人を超える騎兵たちであった。
τὸ δὲ θάτερον μέρος ἐπεῖχον οἵ τʼ ἀπὸ Φρυγίας καὶ Λυδίας, ἔτι δὲ τῶν ἱππέων περὶ χιλίους, ὧν εἶχε τὴν ἡγεμονίαν Ἀριδαῖος.
もう一方の側はフリュギアとリュディアから来た者たち、さらに約1,000人の騎兵が占めており、これらをアリダイオスが指揮していた。
§14.22.6αὐτὸς δὲ ὁ Κῦρος ἐτέτακτο κατὰ μέσην τὴν φάλαγγα τοὺς κρατίστους ἔχων Περσῶν τε καὶ τῶν ἄλλων βαρβάρων ὡς μυρίους·
キュロス自身は、戦列の中央に位置し、ペルシア人およびその他の異民族の精鋭約1万人を率いていた。
προηγοῦντο δʼ αὐτῷ τῶν ἱππέων οἱ κάλλιστα διεσκευασμένοι χίλιοι, θώρακας ἔχοντες καὶ μαχαίρας Ἑλληνικάς.
彼の前方には、最も見事に武装した1,000人の騎兵が先導しており、彼らは胸当てを身につけ、ギリシア式の短剣を携えていた。
§14.22.7Ἀρταξέρξης δὲ πρὸ μὲν τῆς φάλαγγος πάσης ἔστησεν ἅρματα δρεπανηφόρα τὸν ἀριθμὸν οὐκ ὀλίγα·
アルタクセルクセスは戦列全体の前に、少なくない数の鎌付き戦車を配置した。
καὶ τῶν μὲν κεράτων Πέρσας ἡγεμόνας κατέστησε, κατὰ δὲ τὸ μέσον αὐτὸς ἐτάχθη τῶν ἐπιλέκτων ἔχων οὐκ ἐλάττους πεντακισμυρίων.
そして両翼にはペルシア人の指揮官を据え、中央には、自身が5万人を下回らない精鋭部隊を率いて位置した。

語釈・文法注

  1. 14.22.1ἀθροίζει — 主節の動詞が過去(完了)の伝達内容を示す ὅτι 節内において、本来は希求法または過去時制になるところ、現在時制が保たれる(repraesentatio)ことで、当時の進行中の事実を生き生きと描写している。
  2. 14.22.2διὰ τὸ μακρὰν ἀφεστάναι τοὺς τόπους — 前置詞 διὰ と冠詞付き不定詞 τὸ ἀφεστάναι(ἀφίστημι の完了能動態不定詞)による因果関係の表現。τοὺς τόπους は不定詞の意味上の主語として対格になっている。
  3. 14.22.4τὸ μὲν πλάτος ... τὸ δὲ βάθος — 関係・指定の対格(「幅において」「深さにおいて」)。名詞 τάφρον の具体的な寸法を規定・説明している。
  4. 14.22.4ἐπὶ μὲν ταύτης — 指示代名詞 ταύτης は直前の女性名詞 παρεμβολῇ(陣営)を指す。「この陣営に対して」または「その防衛のために」の意。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.22.1-14.22.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.22.1-14.22.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。