Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.21.1-14.21.7

キュロスのシリア通過とユーフラテス川渡河

315 / 723 箇所 · ギリシア語

要旨

キュロスはスパルタ艦隊の支援を受けてイッソスおよび「シリアの門」を安全に通過し、ユーフラテス川沿いのタプサコスに達した。そこで彼は兵士たちに遠征の本当の標的がバビロンであることを明かし、多額の報酬を約束して彼らを説得し、川を渡ってバビロニア国境まで進軍した。

§14.21.1ὁ δὲ Κῦρος ἐπειδὴ διῆλθε τὴν Κιλικίαν, παρεγενήθη πρὸς πόλιν Ἰσσόν, ἐπὶ θαλάττης μὲν κειμένην, ἐσχάτην δʼ οὖσαν τῆς Κιλικίας.
キュロスはキリキアを通過すると、海に面し、キリキアの最果てにある都市イッソスに到着した。
κατέπλευσε δʼ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν καὶ ὁ στόλος ὁ τῶν Λακεδαιμονίων, καὶ οἱ στρατηγοῦντες ἐξέβησαν καὶ συντυχόντες τῷ Κύρῳ τὴν τῶν Σπαρτιατῶν εἰς αὐτὸν εὔνοιαν ἀπήγγειλαν, καὶ τοὺς μετὰ Χειρισόφου πεζοὺς ὀκτακοσίους ἐκβιβάσαντες παρέδωκαν.
ほぼ同じ頃にラケダイモン人の艦隊もそこに入港し、その指揮官たちが上陸してキュロスに面会し、彼に対するスパルタ人の好意を伝え、ヘイリソポスに率いられた800人の歩兵を上陸させて彼に引き渡した。
§14.21.2τούτους δὲ προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισθοφόρους, τῇ δʼ ἀληθείᾳ μετὰ τῆς τῶν ἐφόρων γνώμης ἅπαντʼ ἐπράττετο·
キュロスの友人たちは彼らを傭兵として派遣したのだと装っていたが、実際にはすべてがエフォロイたちの同意のもとで行われていた。
οἱ δὲ Λακεδαιμόνιοι φανερὸν οὔπω τὸν πόλεμον ἐπανῃροῦντο, κατέκρυπτον δὲ τὴν προαίρεσιν, ἐπιτηροῦντες τὴν ῥοπὴν τοῦ πολέμου.
ラケダイモン人はまだ公然と戦争を引き受けることはせず、戦争の趨勢を見極めようとして、その意図を隠していた。
ὁ δὲ Κῦρος μετὰ τῆς δυνάμεως ἀνέζευξεν ἐπὶ Συρίας τὴν πορείαν ποιούμενος, καὶ τοὺς ναυάρχους ἐκέλευσε συμπαραπλεῖν ἁπάσαις ταῖς ναυσίν.
キュロスは軍勢とともに移動を開始してシリアへと進路を向け、海軍指揮官たちにすべての船で並行して航行するよう命じた。
§14.21.3ὡς δʼ ἦλθεν ἐπὶ τὰς Πύλας καλουμένας καὶ τὸν τόπον εὗρεν ἔρημον τῶν φυλαττόντων, περιχαρὴς ἦν·
彼がいわゆる「門」に到着したとき、そこを守備する者が誰もいないのを見て非常に喜んだ。
ἠγωνία γὰρ σφόδρα, μή τινες αὐτὰς εἶεν προκατειλημμένοι.
というのも、誰かがそこを先に占拠しているのではないかと、ひどく不安に思っていたからである。
ἔστι δὲ ἡ φύσις τοῦ τόπου στενὴ καὶ παράκρημνος, ὥστε διʼ ὀλίγων ῥᾳδίως παραφυλάττεσθαι.
この場所の地勢は狭く、かつ険しい崖になっているため、少数の兵でも容易に防衛することができる。
§14.21.4ὄρη γὰρ πλησίον ἀλλήλων κεῖται, τὸ μὲν τραχὺ καὶ κρημνοὺς ἔχον ἀξιολόγους, ἐπʼ αὐτῆς δʼ ἄρχεται τῆς ὁδοῦ ἕτερον ὄρος μέγιστον τῶν περὶ τοὺς τόπους ἐκείνους, καὶ καλεῖται μὲν Ἄμανος, παρεκτείνει δὲ παρὰ τὴν Φοινίκην·
というのも、山々が互いに接近してそびえており、一方は険しく、著しい絶壁を擁しており、もう一方はその道路のすぐ脇から始まるこの地域で最大の山であり、アマノスと呼ばれ、フェニキアに沿って延びているからである。
ὁ δʼ ἀνὰ μέσον τόπος τῶν ὀρῶν, ὑπάρχων ὡς τριῶν σταδίων, παντελῶς τετειχισμένος καὶ πύλας ἔχων εἰς στενὸν συγκλειομένας.
山々の間の場所は、およそ3スタディオンの幅があり、完全に城壁で囲まれ、狭い隙間に閉じる門を備えていた。
§14.21.5διελθὼν οὖν ὁ Κῦρος ταύτας ἀκινδύνως, τὸν μὲν λοιπὸν στόλον ἀπέστειλεν ἀνακάμψαι εἰς Ἔφεσον·
そこでキュロスは危険もなくこれらの門を通過すると、残りの艦隊をエフェソスへ帰還させるために送り出した。
οὐκέτι γὰρ αὐτῷ χρήσιμος ἦν μέλλοντι διὰ μεσογείου τὴν πορείαν ποιεῖσθαι·
というのも、内陸を通って行軍しようとする彼にとって、艦隊はもはや無用だったからである。
ὁδοιπορήσας δʼ ἡμέρας εἴκοσι παρεγενήθη πρὸς Θάψακον πόλιν, ἣ κεῖται παρὰ τὸν ποταμὸν τὸν Εὐφράτην.
そして20日間行軍したのち、ユーフラテス川のほとりに位置する都市タプサコスに到着した。
§14.21.6ἐνταῦθα δὲ πένθʼ ἡμέρας διατρίψας, καὶ τὴν δύναμιν ἐξιδιοποιησάμενος ταῖς τε τῶν ἐπιτηδείων ἀφθονίαις καὶ ταῖς ἐκ τῶν προνομῶν ὠφελείαις, συνήγαγεν ἐκκλησίαν, καὶ τὴν ἀλήθειαν τῆς στρατείας ἐδήλωσεν.
そこで彼は5日間滞在し、物資の豊富さと略奪による利益によって軍勢を自らに引き入れ、兵士たちの集会を招集して遠征の真の目的を明らかにした。
προσάντως δὲ δεξαμένων τὸν λόγον τῶν στρατιωτῶν, ἐδεῖτο πάντων μὴ καταλιπεῖν ἑαυτόν, ἐπαγγελλόμενος ἄλλας τε μεγάλας δωρεὰς καὶ ὅτι παραγενομένοις αὐτοῖς εἰς Βαβυλῶνα κατʼ ἄνδρα ἕκαστον δώσει πέντε μνᾶς ἀργυρίου.
兵士たちがその話を不快に受け止めると、彼は自分を見捨てないよう全員に懇願し、他にも多くの高価な贈り物を約束するとともに、バビロンに到着した際には一人ひとりに銀5ミナを与えると約束した。
οἱ μὲν οὖν στρατιῶται ταῖς ἐλπίσι μετεωρισθέντες ἐπείσθησαν ἀκολουθεῖν·
こうして兵士たちはその希望に胸を膨らませ、従うことに同意した。
§14.21.7ὁ δὲ Κῦρος ὡς διέβη τῇ δυνάμει τὸν Εὐφράτην, ἠπείγετο κατὰ τὸ συνεχὲς ὁδοιπορῶν, καὶ παραγενηθεὶς ἐπὶ τοὺς ὅρους τῆς Βαβυλωνίας ἀνελάμβανε τὴν δύναμιν.
キュロスは軍勢とともにユーフラテス川を渡ると、休みなく行軍を急ぎ、バビロニアの国境に達すると軍を休養させた。

語釈・文法注

  1. §14.21.2προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισθοφόρους — 動詞 προσποιέομαι(〜を装う、〜のふりをする)が不定詞 πέμψαι を伴う構文。不定詞の主語は文の主語「キュロスの友人たち」と同一である。キュロスの友人たちがスパルタの援兵をあたかも個人の意志で送られた傭兵であるかのように見せかけたことを表す。
  2. §14.21.4ὑπάρχων ὡς τριῶν σταδίων — 分詞 ὑπάρχων が「性質・寸法の属格」である τριῶν σταδίων を伴う構文。数詞を伴う ὡς は「およそ、約」を意味する副詞。山々の間の平地が約3スタディオンの幅であったことを表す。
  3. §14.21.6τὴν δύναμιν ἐξιδιοποιησάμενος — 中動態分詞 ἐξιδιοποιησάμενος(自らのものにする、手なずける)は、後続する手段・原因の与格(ἀφθονίαις および ὠφελείαις)を伴い、兵士たちを物資の豊富さと略奪の利益によって「自らの味方につけた」ことを表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.21.1-14.21.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.21.1-14.21.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。