§14.19.1τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἐξαίνετος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν παρέλαβον χιλίαρχοι ἕξ, Πόπλιος Κορνήλιος, Καίσων Φάβιος, Σπόριος Ναύτιος, Γάιος Οὐαλέριος, Μάνιος Σέργιος.
この年が過ぎると、アテナイではエクセアイネトスがアルコンとなり、ローマでは6人の執政官権限のある軍事執政官、すなわちプブリウス・コルネリウス、カエソ・ファビウス、スポリウス・ナウティウス、ガイウス・ウァレリウス、マニウス・セルギウスが執政権を引き継いだ。
§14.19.2περὶ δὲ τούτους τοὺς χρόνους Κῦρος ὁ τῶν ἐπὶ θαλάττης σατραπειῶν ἡγούμενος διενοεῖτο μὲν πάλαι στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην·
このころ、海沿いのサトラペイアの支配者であったキュロスは、以前から兄アルタクセルクセスに対して遠征することを企てていた。
ἦν γὰρ ὁ νεανίσκος φρονήματος πλήρης καὶ προθυμίαν ἔχων οὐκ ἄπρακτον εἰς τοὺς κατὰ πόλεμον ἀγῶνας.
というのも、この若者は高い気概に満ちており、戦争における戦いに対して、決して無駄ではない熱意を抱いていたからである。
§14.19.3ἐπεὶ δʼ αὐτῷ μισθοφόρων πλῆθος ἱκανὸν συνῆκτο καὶ τὰ πρὸς τὴν στρατείαν εὐτρέπιστο, τοῖς μὲν πλήθεσιν οὐκ ἐδήλου τἀληθές, ἔφασκε δʼ εἰς Κιλικίαν ἀνάγειν τὴν δύναμιν ἐπὶ τοὺς ἀφεστηκότας τοῦ βασιλέως τυράννους.
自らのもとに十分な数の傭兵が集まり、遠征のための諸事も整えられると、彼は群衆には真実を明かさず、王に対して反乱を起こした僭主たちを討つために、キリキアへと軍を率いて上るのだと主張していた。
§14.19.4ἀπέστειλε δὲ καὶ πρὸς Λακεδαιμονίουσπρεσβευτὰς τοὺς ἀνανεωσομένους τὰς κατὰ τὸν πρὸς Ἀθηναίους πόλεμον εὐεργεσίας καὶ παρακαλέσοντας ἑαυτῷ συμμαχεῖν.
彼はまた、アテナイ人との戦争における恩義を新たにし、自らを支援するよう要請するために、ラケダイモン人たちのもとへ使節を派遣した。
οἱ δὲ Λακεδαιμόνιοι, νομίσαντες αὑτοῖς συνοίσειν τὸν πόλεμον, ἔγνωσαν τῷ Κύρῳ βοηθεῖν, καὶ παραχρῆμα ἐξέπεμψαν πρεσβευτὰς πρὸς τὸν ἑαυτῶν ναύαρχον Σάμον ὀνομαζόμενον, ὅπως ὅ,τι ἂν κελεύῃ ὁ Κῦρος πράττῃ.
ラケダイモン人たちは、この戦争が自らにとって有益であると判断し、キュロスを援助することを決定した。 そして直ちに自らの海軍司令官であるサモスという名の者に使節を送り、キュロスが命じることは何でも実行するようにと指示した。
§14.19.5ὁ δὲ Σάμος εἶχε μὲν τριήρεις εἴκοσι καὶ πέντε, μεθʼ ὧν πλεύσας εἰς Ἔφεσον πρὸς τὸν Κύρου ναύαρχον ἕτοιμος ἦν αὐτῷ πάντα συμπράττειν.
サモスは25隻の三段櫂船を率いており、これらとともにエフェソスへと航行してキュロスの海軍司令官のもとに至り、彼と全面的に協力する用意を整えた。
ἐξέπεμψαν δὲ καὶ πεζοὺς στρατιώτας ὀκτακοσίους, ἡγεμόνα Χειρίσοφον καταστήσαντες.
また彼らは、ケイリソポスを指揮官に任命して、800人の歩兵をも派遣した。
ἀφηγεῖτο δὲ τοῦ βαρβαρικοῦ στόλου Ταμώς, ἔχων τριήρεις πεντήκοντα πολυτελῶς ἐξηρτυμένας·
異民族の艦隊はタモースが率いており、豪華に装備された50隻の三段櫂船を擁していた。
καὶ καταπλευσάντων τῶν Λακεδαιμονίων ἀνήχθησαν οἱ στόλοι τὸν πλοῦν ὡς ἐπὶ Κιλικίας ποιούμενοι.
そしてラケダイモン人たちが到着すると、艦隊はキリキアに向けて出航した。
§14.19.6Κῦρος δὲ τούς τε ἀπὸ τῆς Ἀσίας στρατολογηθέντας καὶ μισθοφόρους μυρίους τρισχιλίους ἀθροίσας εἰς Σάρδεις, Λυδίας μὲν καὶ Φρυγίας κατέστησεν ἐπιμελητὰς Πέρσας ἑαυτοῦ συγγενεῖς, Ἰωνίας δὲ καὶ τῆς Αἰολίδος, ἔτι δὲ τῶν σύνεγγυς τόπων Ταμώ, φίλον μὲν ὄντα πιστόν, τὸ δὲ γένος ὑπάρχοντα Μεμφίτην·
キュロスはアジアから徴募した兵と1万3000人の傭兵をサルデイスに集め、リュディアとプリュギアの監督官には自らの親族であるペルシア人たちを任命し、イオニアとアイオリス、さらにはその近隣の地域の監督官には、忠実な友人でありメンフィス出身のタモースを任命した。
αὐτὸς δὲ μετὰ τῆς δυνάμεως προῆγεν ὡς ἐπὶ τῆς Κιλικίας καὶ Πισιδίας, διαδιδοὺς λόγον ὅτι τινὲς τῶν ἐκεῖ κατοικούντων ἀφεστήκασιν.
彼自身は、現地の住民の一部が反乱を起こしたという噂を流しながら、軍勢とともにキリキアおよびピシディアへと進軍した。
§14.19.7εἶχε δὲ τοὺς ἅπαντας ἀπὸ μὲν τῆς Ἀσίας ἑπτακισμυρίους, ὧν ἦσαν ἱππεῖς τρισχίλιοι, ἀπὸ δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος μισθοφόρους μυρίους τρισχιλίους.
彼の総兵力は、アジアからは騎兵3000人を含む7万人、ペロポネソスおよびその他のギリシアからは1万3000人の傭兵であった。
§14.19.8ἡγεῖτο δὲ τῶν μὲν ἀπὸ Πελοποννήσου χωρὶς Ἀχαιῶν Κλέαρχος ὁ Λακεδαιμόνιος, τῶν δʼ ἀπὸ Βοιωτίας Πρόξενος Θηβαῖος, τῶν δʼ Ἀχαιῶν Σωκράτης Ἀχαιός, τῶν δʼ ἀπὸ Θεσσαλίας Μένων ὁ Λαρισσαῖος.
ペロポネソス(アカイア人を除く)からの兵はラケダイモン人のクレアルコスが率い、ボイオティアからの兵はテーバイ人のプロクセノスが、アカイア人からの兵はアカイア人のソクラテスが、テッサリアからの兵はラリサ出身のメノンが率いていた。
§14.19.9τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆθος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν.
異民族の部隊については、細かな指揮権はペルシア人たちが握っていたが、全軍の総指揮はキュロス自身が執っていた。 キュロスは指揮官たちには兄に対する遠征であることを明かしていたが、兵の大多数には、遠征の規模の大きさゆえに自らの意図を途中で放棄してしまわないよう、これを隠していた。
διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεθεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων.
それゆえ彼は、行軍中も将来を見据えて、自らを進んで誰にでも親しみやすいものとし、豊富な市場を用意することによって、兵士たちの機嫌を取っていたのである。