§14.18.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος, ἐπειδὴ τὰ κατὰ τὴν δυναστείαν αὐτῷ προεχώρει κατὰ γνώμην, διενοεῖτο μὲν πρὸς Καρχηδονίους ἐκφέρειν πόλεμον· οὔπω δὲ ταῖς παρασκευαῖς ἱκανὸς ὢν τὴν μὲν προαίρεσιν ταύτην ἔκρυπτε, πρὸς δὲ τοὺς μέλλοντας κινδύνους τὰ χρήσιμα διῴκει.
在西西里,西西里人的僭主狄奥尼修斯由于其统治事务进展如意,便企图对迦太基人发动战争;但他当时在准备工作上尚不充足,因而隐瞒了这一意图,并针对未来的危险整顿有益的事物。
§14.18.2εἰδὼς οὖν κατὰ τὸν Ἀττικὸν πόλεμον τὴν πόλιν ἐκ θαλάττης εἰς θάλατταν ἀποτετειχισμένην, εὐλαβεῖτο μήποτε παραπλησίοις ἐλαττώμασι περιπεσὼν ἀποκλεισθῇ τῆς εἰς τὴν χώραν ἐξόδου· εὐφυῶς γὰρ ἑώρα κειμένας τὰς καλουμένας Ἐπιπολὰς κατὰ τῆς πόλεως τῶν Συρακοσίων.
因此,由于他知道在阿提卡战争期间,该城曾被从海到海筑墙隔断,便警惕自己若陷入类似的败局,会被切断通往内陆的出口;因为他清楚地看到,所谓的埃皮波莱处于居高临下俯瞰叙拉古城的有利位置。
§14.18.3διόπερ τοὺς ἀρχιτέκτονας παραλαβών, ἀπὸ τῆς τούτων γνώμης ἔκρινε δεῖν τειχίσαι τὰς Ἐπιπολάς, ᾗ νῦν τὸ πρὸς τοῖς Ἑξαπύλοις ὑπάρχει τεῖχος.
因此,他召集建筑师,根据他们的意见,决定有必要在埃皮波莱筑城,即现在靠近六重门有城壁存在的地方。
§14.18.4ὁ γὰρ τόπος οὗτος τετραμμένος ἐστὶ πρὸς ἄρκτον, ὑπόκρημνος δὲ πᾶς καὶ διὰ τὴν τραχύτητα δυσπρόσοδος ἐκ τῶν ἔξωθεν μερῶν.
因为这个地方朝向北方,整体上十分陡峭,且由于道路崎岖,从外侧很难接近。
βουλόμενος οὖν ταχεῖαν τὴν κατασκευὴν τῶν τειχῶν γίνεσθαι, τὸν ἀπὸ τῆς χώρας ὄχλον ἤθροισεν, ἐξ οὗ τοὺς εὐθέτους ἄνδρας ἐπιλέξας εἰς ἑξακισμυρίους ἐπιδιεῖλε τούτοις τὸν τειχιζόμενον τόπον.
因此,由于希望城墙的建造能够迅速进行,他从乡间召集了群众,从中选拔了合适的人手,约达六万人,并将要筑墙的区域分配给他们。
§14.18.5καθʼ ἕκαστον μὲν οὖν στάδιον ἀρχιτέκτονας ἐπέστησε, κατὰ δὲ πλέθρον ἐπέταξεν οἰκοδόμους, καὶ τοὺς τούτοις ὑπηρετήσοντας ἐκ τῶν ἰδιωτῶν εἰς ἕκαστον πλέθρον διακοσίους.
于是,他每斯塔迪翁指派一名建筑师,每普勒特龙指定一些石匠,并从普通平民中每普勒特龙指派二百人来协助他们。
χωρὶς δὲ τούτων ἕτεροι παμπληθεῖς τὸν ἀριθμὸν ἔτεμνον τὸν ἀνέργαστον λίθον· ἑξακισχίλια δὲ ζεύγη βοῶν ἐπὶ τὸν οἰκεῖον τόπον παρεκόμιζεν.
除他们之外,另有不计其数的人在开采未经加工的石料,而六千双牛则将石料运送到各自的工地上。
§14.18.6ἡ δὲ τῶν ἐργαζομένων πολυχειρία πολλὴν παρείχετο τοῖς θεωμένοις κατάπληξιν, ἁπάντων σπευδόντων τελέσαι τὸ τεταγμένον.
劳动者的人数之多让目睹之人大为震惊,所有人都急于完成分配给自己的任务。
ὁ γὰρ Διονύσιος τὴν προθυμίαν τοῦ πλήθους ἐκκαλούμενος μεγάλας προέθηκε δωρεὰς τοῖς προτερήσασι, δίχα μὲν τοῖς ἀρχιτέκτοσι, χωρὶς δὲ τοῖς οἰκοδόμοις καὶ πάλιν τοῖς ἐργαζομένοις· καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων προσήδρευε τὰς ἡμέρας ὅλας τοῖς ἔργοις, ἐπὶ πάντα τόπον ἐπιφαινόμενος καὶ τοῖς κακοπαθοῦσιν αἰεὶ προσλαμβάνων.
因为狄奥尼修斯为了激发群众的热忱,为最先完工的人设立了丰厚的赏赐,对建筑师、对石匠、以及对劳动者皆分别奖赏;他本人也与朋友们整天坚守在工地上,出现在每一个地方,并且总是协助那些辛劳的人。
§14.18.7καθόλου δʼ ἀποθέμενος τὸ τῆς ἀρχῆς βάρος ἰδιώτην αὑτὸν ἀπεδείκνυε, καὶ τοῖς βαρυτάτοις τῶν ἔργων προσιστάμενος ὑπέμενε τὴν αὐτὴν τοῖς ἄλλοις κακοπάθειαν, ὥστε πολλὴ μὲν ἔρις ἐγίνετο καὶ τοῖς τῆς ἡμέρας ἔργοις ἔνιοι προσετίθεσαν καὶ μέρη τῶν νυκτῶν· τοσαύτη σπουδὴ τοῖς πλήθεσιν ἐνεπεπτώκει.
总的来说,他放下了统治者的威严,表现得像个普通平民,投身于最繁重的工作中,承受着与他人相同的辛劳,以至于产生了极大的竞争,有些人甚至把部分夜晚也加到了白天的劳动中;如此巨大的热忱已落入了群众之中。
§14.18.8διόπερ ἀνελπίστως ἐν ἡμέραις εἴκοσι τέλος ἔσχε τὸ τεῖχος, τὸ μὲν μῆκος κατασκευασθὲν ἐπὶ σταδίους τριάκοντα, τὸ δὲ ὕψος σύμμετρον, ὥστε τῷ τοίχῳ τῆς ὀχυρότητος προςγενομένης ἀνάλωτον ἐκ βίας ὑπάρξαι· τοῖς γὰρ πύργοις διείληπτο πυκνοῖς καὶ ὑψηλοῖς, ἔκ τε λίθων ᾠκοδόμητο τετραπέδων φιλοτίμως συνειργασμένων.
因此,出人意料地,在二十天内城墙便告落成,其长度建达三十个斯塔迪翁,高度也相当适度,以至于由于坚固性的增加,该墙在暴力攻击面前坚不可摧;因为城墙被密集而高耸的塔楼所分隔,并由精心加工的四英尺(或四方)石料砌筑而成。