§14.18.1κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος, ἐπειδὴ τὰ κατὰ τὴν δυναστείαν αὐτῷ προεχώρει κατὰ γνώμην, διενοεῖτο μὲν πρὸς Καρχηδονίους ἐκφέρειν πόλεμον·
シケリアにおいては、シケリア人たちの僭主ディオニュシオスが、自らの支配に関する事柄が思い通りに進展したため、カルタゴ人に対して戦争を起こすことを企てた。
οὔπω δὲ ταῖς παρασκευαῖς ἱκανὸς ὢν τὴν μὲν προαίρεσιν ταύτην ἔκρυπτε, πρὸς δὲ τοὺς μέλλοντας κινδύνους τὰ χρήσιμα διῴκει.
しかし、まだ準備の点において十分ではなかったため、この意図を隠し、将来の危険に備えて有益な事柄を整えた。
§14.18.2εἰδὼς οὖν κατὰ τὸν Ἀττικὸν πόλεμον τὴν πόλιν ἐκ θαλάττης εἰς θάλατταν ἀποτετειχισμένην, εὐλαβεῖτο μήποτε παραπλησίοις ἐλαττώμασι περιπεσὼν ἀποκλεισθῇ τῆς εἰς τὴν χώραν ἐξόδου·
それゆえ、アッティカ戦争の際、都市が海から海へと壁で遮断されたことを知っていたので、かつてと同じような敗北に陥って、地方への出口を遮断されるのではないかと警戒した。
εὐφυῶς γὰρ ἑώρα κειμένας τὰς καλουμένας Ἐπιπολὰς κατὰ τῆς πόλεως τῶν Συρακοσίων.
というのも、いわゆるエピポライがシュラクサイの都市を見下ろす都合のよい位置にあることを、彼はよく理解していたからである。
§14.18.3διόπερ τοὺς ἀρχιτέκτονας παραλαβών, ἀπὸ τῆς τούτων γνώμης ἔκρινε δεῖν τειχίσαι τὰς Ἐπιπολάς, ᾗ νῦν τὸ πρὸς τοῖς Ἑξαπύλοις ὑπάρχει τεῖχος.
それゆえ、建築家たちを招集し、彼らの意見に従って、現在ヘクサピュロンの近くに城壁が存在している場所において、エピポライに城壁を築く必要があると判断した。
§14.18.4ὁ γὰρ τόπος οὗτος τετραμμένος ἐστὶ πρὸς ἄρκτον, ὑπόκρημνος δὲ πᾶς καὶ διὰ τὴν τραχύτητα δυσπρόσοδος ἐκ τῶν ἔξωθεν μερῶν.
この場所は北を向いており、全体が切り立っており、その険しさのために外側からは近づき難い。
βουλόμενος οὖν ταχεῖαν τὴν κατασκευὴν τῶν τειχῶν γίνεσθαι, τὸν ἀπὸ τῆς χώρας ὄχλον ἤθροισεν, ἐξ οὗ τοὺς εὐθέτους ἄνδρας ἐπιλέξας εἰς ἑξακισμυρίους ἐπιδιεῖλε τούτοις τὸν τειχιζόμενον τόπον.
それゆえ、城壁の建設が迅速に行われることを望み、彼は地方から群衆を集め、その中から適した男たちを選び出して約六万人とし、彼らに城壁が建設される場所を分配した。
§14.18.5καθʼ ἕκαστον μὲν οὖν στάδιον ἀρχιτέκτονας ἐπέστησε, κατὰ δὲ πλέθρον ἐπέταξεν οἰκοδόμους, καὶ τοὺς τούτοις ὑπηρετήσοντας ἐκ τῶν ἰδιωτῶν εἰς ἕκαστον πλέθρον διακοσίους.
こうして、一スタディオンごとに建築家を配置し、一プレトロンごとに石工を任命し、さらに、一般市民の中から、一プレトロンごとに彼らを補佐する者を二百人あてがった。
χωρὶς δὲ τούτων ἕτεροι παμπληθεῖς τὸν ἀριθμὸν ἔτεμνον τὸν ἀνέργαστον λίθον· ἑξακισχίλια δὲ ζεύγη βοῶν ἐπὶ τὸν οἰκεῖον τόπον παρεκόμιζεν.
これらとは別に、数え切れないほど多数の他の人々が未加工の石を切り出しており、六千組の牛のつがいが、その石をそれぞれの場所へと運んでいた。
§14.18.6ἡ δὲ τῶν ἐργαζομένων πολυχειρία πολλὴν παρείχετο τοῖς θεωμένοις κατάπληξιν, ἁπάντων σπευδόντων τελέσαι τὸ τεταγμένον.
働く人々の多人数さは、見る者に多大な驚愕を与えた。 全員が命じられた仕事を終わらせようと急いでいたからである。
ὁ γὰρ Διονύσιος τὴν προθυμίαν τοῦ πλήθους ἐκκαλούμενος μεγάλας προέθηκε δωρεὰς τοῖς προτερήσασι, δίχα μὲν τοῖς ἀρχιτέκτοσι, χωρὶς δὲ τοῖς οἰκοδόμοις καὶ πάλιν τοῖς ἐργαζομένοις·
ディオニュシオスは群衆の熱意を呼び起こすために、最初に仕事を終えた者たちに多大な褒賞を約束した。 それは、建築家たちに対しては別に、石工たちに対しては別に、そして労働者たちに対してもまた別であった。
καὶ αὐτὸς δὲ μετὰ τῶν φίλων προσήδρευε τὰς ἡμέρας ὅλας τοῖς ἔργοις, ἐπὶ πάντα τόπον ἐπιφαινόμενος καὶ τοῖς κακοπαθοῦσιν αἰεὶ προσλαμβάνων.
彼自身も友人たちとともに終日、工事現場に付き添い、あらゆる場所に姿を現して、骨折って働いている人々を常に手助けした。
§14.18.7καθόλου δʼ ἀποθέμενος τὸ τῆς ἀρχῆς βάρος ἰδιώτην αὑτὸν ἀπεδείκνυε, καὶ τοῖς βαρυτάτοις τῶν ἔργων προσιστάμενος ὑπέμενε τὴν αὐτὴν τοῖς ἄλλοις κακοπάθειαν, ὥστε πολλὴ μὲν ἔρις ἐγίνετο καὶ τοῖς τῆς ἡμέρας ἔργοις ἔνιοι προσετίθεσαν καὶ μέρη τῶν νυκτῶν·
総じて、支配者としての威厳を脇に置いて、自分を一介の私人のように示し、最も過酷な作業に進み出て、他の人々と同じ苦労を耐え忍んだ。 そのため、激しい競争が起こり、昼の作業に加えて、夜の一部をも当てる者たちもいた。
τοσαύτη σπουδὴ τοῖς πλήθεσιν ἐνεπεπτώκει.
それほどまでに大きな熱意が群衆の間に沸き起こっていたのである。
§14.18.8διόπερ ἀνελπίστως ἐν ἡμέραις εἴκοσι τέλος ἔσχε τὸ τεῖχος, τὸ μὲν μῆκος κατασκευασθὲν ἐπὶ σταδίους τριάκοντα, τὸ δὲ ὕψος σύμμετρον, ὥστε τῷ τοίχῳ τῆς ὀχυρότητος προςγενομένης ἀνάλωτον ἐκ βίας ὑπάρξαι·
それゆえ、予想に反して二十日間のうちに城壁は完成した。 その城壁は、長さが三十スタディオンにわたって建設され、高さも十分なものであったため、壁自体に強固さが加わって、力攻めでは攻略不可能なものとなった。
τοῖς γὰρ πύργοις διείληπτο πυκνοῖς καὶ ὑψηλοῖς, ἔκ τε λίθων ᾠκοδόμητο τετραπέδων φιλοτίμως συνειργασμένων.
実際、壁は数多くそびえ立つ塔によって区切られており、入念に仕上げられた四角い石材で築かれていた。