§14.16.1Ἀρχωνίδης δʼ ὁ τῆς Ἑρβίτης ἐπιστάτης, ἐπειδὴ πρὸς Διονύσιον εἰρήνην ὁ δῆμος ὁ τῶν Ἑρβιταίων συνέθετο, διενοεῖτο κτίσαι πόλιν.
赫尔比塔的统治者阿科尼德斯,在赫尔比塔人民与狄奥尼修斯媾和之后,计划建立一座城市。
εἶχε γὰρ μισθοφόρους τε πλείους καὶ σύμμικτον ὄχλον, ὃς τῷ πρὸς Διονύσιον πολέμῳ συνέδραμεν εἰς τὴν πόλιν· πολλοὶ δὲ καὶ τῶν ἀπόρων Ἑρβιταίων ἐπηγγέλλοντο αὐτῷ κοινωνήσειν τῆς ἀποικίας.
因为他拥有许多雇佣兵和各色人等组成的乌合之众,这些人是在与狄奥尼修斯战争期间聚集到该城的;许多贫困的赫尔比塔人也向他保证,要参与这次殖民。
§14.16.2ἀναλαβὼν οὖν τὸ συνδραμὸν πλῆθος κατελάβετό τινα τῶν λόφων ὀκτὼ σταδίους ἀπέχοντα τῆς θαλάττης, ἐν ᾧ πόλιν ἔκτισεν Ἅλαισαν· οὐσῶν δὲ καὶ ἄλλων πόλεων κατὰ τὴν Σικελίαν ὁμωνύμων, Ἀρχωνίδιον αὐτὴν προσηγόρευσεν ἀφʼ ἑαυτοῦ.
因此,他带领着聚集起来的群众,占领了距离大海八斯塔狄翁的一座山丘,并在那里建立了哈莱萨城;由于西西里岛还有其他同名的城市,他便以自己的名字将其命名为阿科尼迪翁。
§14.16.3ἐν δὲ τοῖς ὕστερον χρόνοις τῆς πόλεως πολλὴν ἐπίδοσιν λαμβανούσης διά τε τὰς ἀπὸ τῆς θαλάττης ἐργασίας καὶ διὰ τὴν ὑπὸ Ῥωμαίων δοθεῖσαν ἀτέλειαν, οἱ Ἁλαισῖνοι τὴν τῶν Ἑρβιταίων συγγένειαν ἀπηρνήσαντο, αἰσχρὸν ἡγούμενοι καταδεεστέρας πόλεως ἑαυτοὺς ἀποίκους νομίζεσθαι.
但在后来的时代,由于海上贸易和罗马人给予的免税权,该城获得了巨大的发展,哈莱萨人便否认了与赫尔比塔人的亲族关系,认为自己被看作是较差城市的殖民者是一种耻辱。
§14.16.4οὐ μὴν ἀλλὰ μέχρι νῦν παρʼ ἀμφοτέραις συγγένειαί τε πλείονες διαμένουσι καὶ τὰς κατὰ τὸ Ἀπολλώνιον θυσίας τοῖς αὐτοῖς ἔθεσι διοικοῦσιν.
尽管如此,直到今天,双方之间仍保持着许多亲属关系,并且他们按照相同的习俗在阿波罗神庙举行祭祀。
τινὲς δέ φασιν ὑπὸ Καρχηδονίων ἐκτίσθαι τὴν Ἅλαισαν, καθʼ ὃν καιρὸν Ἰμίλκων τὴν πρὸς τὸν Διονύσιον εἰρήνην ἐποιήσατο.
但也有人说,哈莱萨是由迦太基人在希米尔科与狄奥尼修斯讲和时建立的。
§14.16.5κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίοις πρὸς Βηίους πόλεμος συνέστη διὰ τοιαύτας αἰτίας.
在意大利,罗马人与维伊人之间由于以下原因爆发了战争。
τότε πρώτως ἐπεψηφίσαντο Ῥωμαῖοι τοῖς στρατιώταις καθʼ ἕκαστον ἐνιαυτὸν εἰς ἐφόδια διδόναι χρήματα.
此时,罗马人首次投票决定每年向士兵发放军饷。
ἐξεπολιόρκησαν δὲ καὶ τὴν Οὐόλσκων πόλιν, ἣ τότε μὲν Ἄνξωρ ἐκαλεῖτο, νῦν δʼ ὀνομάζεται Ταρρακίνη.
他们还通过围攻夺取了沃尔斯奇人的城市,该城当时被称为安克苏尔,现在名为塔拉奇纳。