Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.15.1-14.15.4

狄奥尼修斯征服卡塔奈与纳克索斯

第 309 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯在攻打赫尔比塔失败后,利用内应占领了卡塔奈和纳克索斯,奴役了当地居民并摧毁了城市。莱翁蒂尼人见状惊恐万分,放弃抵抗,自愿迁往叙拉古并交出了城市。

§14.15.1ἐκεῖθεν δʼ ἀναζεύξας τὴν τῶν Ἑρβιταίων πόλιν πορθεῖν ἐπεχείρησεν· οὐδὲν δὲ πράσσων πρὸς μὲν τούτους εἰρήνην ἐποιήσατο, τὴν δὲ δύναμιν ἤγαγεν ἐπὶ Κατάνην·
他从那里拔营,企图掠夺赫尔比塔人的城市;但一无所成,于是与他们讲和,并将军队引向卡塔奈。
Ἀρκεσίλαος γὰρ στρατηγὸς ὢν τῶν Καταναίων ἐπηγγέλλετο αὐτῷ προδώσειν τὴν πόλιν.
因为卡塔奈人的将军阿耳克西劳斯曾向他承诺要背叛并交出该城。
διόπερ ὑπὸ τούτου περὶ μέσας νύκτας παρεισαχθεὶς κύριος τῆς Κατάνης ἐγένετο.
因此,他在半夜时分由后者引入城内,成为了卡塔奈的主人。
ἀφελόμενος δὲ τῶν πολιτῶν τὰ ὅπλα, φρουρὰν ἐν αὐτῇ κατέστησεν ἱκανήν.
在收缴了市民的武器后,他在城内派驻了充足的守备队。
§14.15.2μετὰ δὲ ταῦτα Προκλῆς ὁ τῶν Ναξίων ἀφηγούμενος ἐπαγγελιῶν μεγέθει πεισθεὶς παρέδωκε τὴν πατρίδα τῷ Διονυσίῳ·
此后,纳克索斯人的领袖普罗克勒斯因受巨额承诺的诱惑,将祖国出卖给了狄奥尼修斯。
ὃς τὰς δωρεὰς ἀποδοὺς τῷ προδιδόντι καὶ τοὺς συγγενεῖς αὐτῷ χαρισάμενος τὴν πόλιν ἐξηνδραποδίσατο, καὶ τὰς μὲν κτήσεις ἐφῆκε τοῖς στρατιώταις διαρπάσαι, τὰ δὲ τείχη καὶ τὰς οἰκίας κατέσκαψεν.
狄奥尼修斯在向叛徒支付了报酬并出于顺水人情宽免了其亲属之后,将该城居民卖为奴隶,允许士兵洗劫他们的财产,并拆毁了城墙和房屋。
§14.15.3παραπλησίως δὲ καὶ τοῖς Καταναίοις χρησάμενος ἐλαφυροπώλησε τοὺς αἰχμαλώτους ἐν Συρακούσαις.
他对卡塔奈人也作了类似的处置,在叙拉古将俘虏作为战利品予以变卖。
τὴν μὲν οὖν τῶν Ναξίων χώραν Σικελοῖς τοῖς ὁμοροῦσιν ἐδωρήσατο, τοῖς δὲ Καμπανοῖς τὴν πόλιν τῶν Καταναίων οἰκητήριον ἔδωκεν.
于是,他将纳克索斯人的土地赠送给邻近的锡库里人,而将卡塔奈人的城市送给坎帕尼亚人作为居住地。
§14.15.4μετὰ δὲ ταῦτα ἐπὶ Λεοντίνους στρατεύσας ἁπάσῃ τῇ δυνάμει τὴν πόλιν περιεστρατοπέδευσε, καὶ πρὸς τοὺς ἔνδον διαπρεσβευσάμενος ἐκέλευσεν αὐτοὺς παραδιδόναι τὴν πόλιν καὶ μετέχειν τῆς ἐν Συρακούσαις πολιτείας.
此后,他率领全军向莱翁蒂尼进军,在城外安营扎寨,并向城内派出使者,命令他们交出城市并加入叙拉古的公民团体。
οἱ δὲ Λεοντῖνοι, βοήθειαν μὲν οὐδεμίαν ἕξειν προσδοκῶντες, τὰς δὲ Ναξίων καὶ Καταναίων συμφορὰς ἀναλογιζόμενοι, κατεπλήττοντο, φοβούμενοι μὴ τοῖς αὐτοῖς περιπέσωσι δυστυχήμασιν.
然而,莱翁蒂尼人料到不会有任何援助,又联想到纳克索斯人和卡塔奈人的悲惨遭遇,惊恐万分,担心自己也会陷入同样的厄运。
διόπερ εἴξαντες τῷ καιρῷ συνεχώρησαν, καὶ τὴν πόλιν ἐκλιπόντες εἰς Συρακούσας μετῴκησαν.
因此,他们顺应时势,达成了协议,撤离了城市并迁居到叙拉古。

词汇与语法注释

  1. 14.15.1ἀφελόμενος δὲ τῶν πολιτῶν τὰ ὅπλα — 动词 ἀφαιρέομαι 可接所夺走之物(宾格)以及被夺走之人(夺格/分离属格或双宾格)。此处 τῶν πολιτῶν 为分离属格,τὰ ὅπλα 为宾格直接宾语。
  2. 14.15.2ὃς — 句首的关系代词起到了指示代词(“而他”)的作用,指代前文的狄奥尼修斯,这是关系代词引导主句(关系连接)的常见用法。
  3. 14.15.2καὶ τοὺς συγγενεῖς αὐτῷ χαρισάμενος — 动词 χαρίζομαι 意为“作为恩惠把(某物)赐予(某人)”。这里是指将他的亲属(宾格 τοὺς συγγενεῖς)作为个人恩惠赐予他(与格 αὐτῷ,指普罗克勒斯),即免除其亲属被奴役。
  4. 14.15.4βοήθειαν μὲν οὐδεμίαν ἕξειν προσδοκῶντες — 在分词 προσδοκῶντες(“预料”)引导的不定式结构中,将来时不定式 ἕξειν(“将拥有”)的逻辑主语因与主导分词的主语(οἱ δὲ Λεοντῖνοι)相同而被省略。
  5. 14.15.4φοβούμενοι μὴ τοῖς αὐτοῖς περιπέσωσι δυστυχήμασιν — 表示担忧的分词 φοβούμενοι 之后接带有虚拟语气(μὴ περιπέσωσι)的 μὴ 从句,表示对不愿发生的事情的担忧(“担心……会”)。动词 περιπίπτω 支配与格,因此 τοῖς αὐτοῖς δυστυχήμασιν 为与格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.15.1-14.15.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.15.1-14.15.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。