Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.12.1-14.12.9

克利阿科斯在拜占庭称僭与投奔小居鲁士

第 306 段,共 723 段 · 希腊语

内容简介

斯巴达派遣克利阿科斯去平定拜占庭的内讧,但他却建立起残暴的僭主统治,最终被斯巴达军队击败并逃往伊奥尼亚,随后被波斯的库鲁斯雇用来招募和指挥雇佣兵。

§14.12.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦν ἄρχων Εὐκλείδης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο χιλίαρχοι τέσσαρες, Πόπλιος Κορνήλιος, Νουμέριος Φάβιος, Λεύκιος Οὐαλέριος.
当这一年的事件宣告结束时,雅典的执政官是欧克莱德斯,而在罗马,四位具有领事权力的军事保民官继承了执政权力,他们是普布利乌斯·科尔内留斯、努梅里乌斯·法比乌斯、卢基乌斯·瓦莱里乌斯。
§14.12.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Βυζάντιοι πρὸς μὲν ἀλλήλους στασιάζοντες, πρὸς δὲ τοὺς παροικοῦντας Θρᾷκας πόλεμον ἔχοντες, κακῶς ἀπήλλαττον· οὐ δυνάμενοι δὲ λύσιν πορίσασθαι τῆς πρὸς ἀλλήλους φιλονεικίας, στρατηγὸν ᾐτήσαντο παρὰ Λακεδαιμονίων.
当这些人接管这一职务时,拜占庭人之间发生内讧,同时又与邻近的色雷斯人交战,因而陷入了绝境;由于无法找到解决彼此内耗的办法,他们向斯巴达人请求派遣一位将军。
ἐξέπεμψαν οὖν οἱ Σπαρτιᾶται Κλέαρχον καταστήσοντα τὰ κατὰ τὴν πόλιν·
于是斯巴达人派出了克利阿科斯去平定城内的局势。
§14.12.3οὗτος δὲ πιστευθεὶς περὶ τῶν ὅλων καὶ μισθοφόρους πολλοὺς ἀθροίσας, οὐκέτι προστάτης ἦν, ἀλλὰ τύραννος.
然而他被委任了全权并聚集了许多雇佣兵之后,便不再是保护者,而成了僭主。
καὶ τὸ μὲν πρῶτον τοὺς ἄρχοντας αὐτῶν ἐπί τινι θυσίᾳ καλέσας ἀνεῖλε, μετὰ δὲ ταῦτα ἀναρχίας οὔσης ἐν τῇ πόλει, τριάκοντα μὲν τοὺς ὀνομαζομένους Βυζαντίους συνήρπασε καὶ περιθεὶς κάλων ἀπεστραγγάλισε· πάντων δὲ τῶν διαφθαρέντων τὰς οὐσίας σφετερισάμενος ἐπελέγετο καὶ τῶν ἄλλων τοὺς εὐπόρους, καὶ ψευδεῖς αἰτίας ἐπιρρίπτων οὓς μὲν ἀπέκτεινεν, οὓς δʼ ἐφυγάδευσε.
起初,他以某种祭祀为借口召集了他们的官员并予以杀害,随后在城中处于无政府状态时,他逮捕了三十位被称为最杰出的拜占庭人,给他们套上绳索勒死;在霸占了所有被杀者的财产后,他又盯上了其余人中的富裕者,捏造罪名,将一些人处死,将另一些人驱逐。
πολλῶν δὲ χρημάτων κυριεύσας καὶ μισθοφόρων ἀθροίσας πλῆθος τὰ κατὰ τὴν δυναστείαν ἠσφαλίσατο.
在掌握了大量财富并聚集了众多雇佣兵之后,他巩固了自己的统治。
§14.12.4διαβοηθείσης δὲ τῆς κατὰ τὸν τύραννον ὠμότητός τε καὶ δυνάμεως, Λακεδαιμόνιοι τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς αὐτὸν πρέσβεις τοὺς πείσοντας ἀποθέσθαι τὴν δυναστείαν· οὐ προσέχοντος δὲ τοῖς ἀξιουμένοις ἔπεμψαν δύναμιν ἐπʼ αὐτὸν καὶ στρατηγὸν Πανθοίδαν.
随着这位僭主的残暴和权势传开,斯巴达人起初向他派遣了使节,企图说服他放弃统治权;但由于他对这些要求不予理睬,他们便派兵讨伐他,并任命潘托伊达斯为将军。
§14.12.5οὗ τὴν ἔφοδον αἰσθόμενος ὁ Κλέαρχος εἰς Σηλυμβρίαν μετήγαγε τὴν δύναμιν, κύριος ὢν καὶ ταύτης τῆς πόλεως· πολλὰ γὰρ εἰς τοὺς Βυζαντίους ἡμαρτηκὼς ὑπελάμβανεν οὐ μόνον τοὺς Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει πολεμίους ἕξειν.
克利阿科斯察觉到他的逼近,便将部队转移到了塞吕姆布里亚,因为他也控制着这座城市;因为他对拜占庭人犯下了许多罪行,他料定自己不仅会把斯巴达人,还会把城里的人都变成敌人。
§14.12.6διόπερ ἐκ Σηλυμβρίας κρίνας ἀσφαλέστερον διαπολεμήσειν, τά τε χρήματα καὶ τὴν δύναμιν μετέστησεν.
因此,由于判断从塞吕姆布里亚进行战争更为安全,他已经将资金和部队转移到了那里。
ὡς δʼ ἐπύθετο τοὺς Λακεδαιμονίους ἐγγὺς ὄντας, ἀπήντησεν αὐτοῖς, καὶ περὶ τὸν καλούμενον πόρον συνῆψε μάχην τοῖς περὶ τὸν Πανθοίδαν.
当得知斯巴达人已经临近时,他便前去迎战,并在一个被称为“波罗斯”的地方附近与潘托伊达斯的军队展开了交战。
§14.12.7γενομένου δʼ ἐπὶ πολὺν χρόνον τοῦ κινδύνου, καὶ λαμπρῶς ἀγωνισαμένων τῶν Λακεδαιμονίων, οἱ τοῦ τυράννου διεφθάρησαν.
战斗持续了很长时间,由于斯巴达人英勇奋战,僭主的军队全军覆没。
ὁ δὲ Κλέαρχος τὸ μὲν πρῶτον μετʼ ὀλίγων συγκλεισθεὶς εἰς Σηλυμβρίαν ἐπολιορκεῖτο· μετὰ δὲ ταῦτα φοβηθεὶς διέδρα νυκτὸς καὶ διέπλευσεν εἰς τὴν Ἰωνίαν· ἐκεῖ δʼ εἰς συνήθειαν ἐλθὼν Κύρῳ τῷ τοῦ βασιλέως ἀδελφῷ δυνάμεων ἀφηγήσατο.
克利阿科斯起初与少数人一起被围困在塞吕姆布里亚;但此后因感到恐惧,他在夜间逃脱并乘船渡海前往伊奥尼亚;在那里他与国王的弟弟库鲁斯结为至交,并受命指挥其军队。
§14.12.8ὁ γὰρ Κῦρος, ἄρχων ἀποδεδειγμένος τῶν ἐπὶ θαλάττῃ σατραπειῶν καὶ φρονήματος πλήρης ὤν, διενοεῖτο στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην.
因为被任命为沿海各督政区统帅且满怀雄心的库鲁斯,正计划对他的哥哥阿尔塔薛西斯发动远征。
§14.12.9ὁρῶν οὖν τὸν Κλέαρχον τόλμαν ἔχοντα καὶ θράσος πρόχειρον, ἔδωκεν αὐτῷ χρήματα καὶ προσέταξεν ὡς πλείστους ξενολογεῖν, νομίζων εὔθετον ἕξειν συναγωνιστὴν τοῖς ὑπʼ αὐτοῦ τολμωμένοις.
因此,看到克利阿科斯具有过人的胆识和随时待命的勇气,库鲁斯给了他资金,并命令他招募尽可能多的雇佣兵,认为在自己所敢于尝试的冒险中,他将是一个合适的并肩作战者。

词汇与语法注释

  1. 14.12.1χιλίαρχοι τέσσαρες — 尽管文中提到“四位军事保民官”(χιλίαρχοι τέσσαρες),但手稿中仅列出了三个名字:普布利乌斯·科尔内留斯、努梅里乌斯·法比乌斯和卢基乌斯·瓦莱里乌斯。这被认为是狄奥多罗斯抄本中的一个脱漏或错误。
  2. 14.12.3πιστευθεὶς περὶ τῶν ὅλων — 被动分词 `πιστευθεί斯` 在此与 `περὶ τῶν ὅλων`(关于一切事务)连用,表示“被委以全权”或“被托付最高权力”的意思。
  3. 14.12.3τριάκοντα μὲν τοὺς ὀνομαζομένους Βυζαντίους — 短语 `τοὺς ὀνομαζομένους` 意为“所谓的”或“被称为……的”,在此指拜占庭具有特定称谓的特权阶层或最杰出的市民。
  4. 14.12.5οὗ τὴν ἔφοδον αἰσθόμενος — `οὗ` 是关系代词的属格,在此起关系连结(relative connection)的作用,指代上一句中的 `Πανθοίδαν`(潘托伊达斯),译为“察觉到他的逼近”。
  5. 14.12.7οἱ τοῦ τυράννου — 阳性复数冠词 `οἱ` 与属格 `τοῦ τυράννου` 连用,省略了类似 `στρατιῶται`(士兵)的名词,意为“僭主的军队”或“僭主的手下”。
  6. 14.12.9τοῖς ὑπʼ αὐτοῦ τολμωμένοις — `τοῖς ... τολμωμένοις` 是中性复数被动分词,意为“他(库鲁斯)所敢于尝试/企图的事情”,在此用作与格,作为 `εὔθετον συναγωνιστήν`(合适的并肩作战者)的关联对象。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.12.1-14.12.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.12.1-14.12.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。