Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.11.1-14.11.6

阿尔西比亚德斯遇刺与德谟克利特去世

第 305 段,共 723 段 · 希腊语

内容简介

本段依据历史学家埃弗鲁斯的记载详细叙述了法尔纳巴佐斯暗杀阿尔西比亚德斯的经过,随后简要提及哲学家德谟克利特的去世、底比斯人拉斯塞内斯的轶事以及意大利罗马人与沃尔西人的战斗。

§14.11.1τούτων δὲ πραττομένων Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀθηναῖον συλλαβὼν ἀνεῖλε, χαρίσασθαι βουλόμενος Λακεδαιμονίοις.
在这些事情进行期间,大流士国王的督政官法尔纳巴佐斯为了讨好斯巴达人,逮捕并杀害了雅典人阿尔西比亚德斯。
τοῦ δʼ Ἐφόρου διʼ ἄλλας αἰτίας ἐπιβουλευθῆναι γεγραφότος, οὐκ ἄχρηστον εἶναι νομίζω παραθεῖναι τὴν παραδοθεῖσαν ὑπὸ τοῦ συγγραφέως ἐπιβουλὴν κατʼ Ἀλκιβιάδου.
然而,由于埃弗鲁斯记载他是因为其他原因而遭到暗杀的,因此我认为将这位历史学家所传下来的针对阿尔西比亚德斯的阴谋经过呈现出来,并非无益。
§14.11.2φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον Κῦρον μὲν καὶ Λακεδαιμονίους λάθρᾳ παρασκευάζεσθαι ἅμα πολεμεῖν πρὸς Ἀρταξέρξην τὸν ἀδελφόν, Ἀλκιβιάδην δὲ διά τινων αἰσθόμενον τὴν Κύρου προαίρεσιν ἐλθεῖν πρὸς Φαρνάβαζον καὶ περὶ τούτων ἐξηγήσασθαι κατὰ μέρος, ἀξιῶσαι δὲ αὐτὸν δοῦναι ἀναβάσεως ὁδηγὸν πρὸς Ἀρταξέρξην· βούλεσθαι γὰρ ἐμφανίσαι πρῶτον τὴν ἐπιβουλὴν τῷ βασιλεῖ.
因为他在第十七卷中说道,库鲁斯和斯巴达人正暗中准备共同对他的哥哥阿尔塔薛西斯动武,而阿尔西比亚德斯通过某些人察觉到了库鲁斯的意图,于是前往法尔纳巴佐斯那里,详细说明了这些事情,并请求他给自己一个前往阿尔塔薛西斯那里的内陆行军向导;因为他希望自己首先向国王揭露这一阴谋。
§14.11.3τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων, σφετερίσασθαι τὴν ἀπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῷ βασιλεῖ δηλώσοντας.
而法尔纳巴佐斯在听了这些话之后,便将这份报告据为己有,并派遣了亲信去向国王说明这些事情。
οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς Παφλαγονίας, ὅπως διʼ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν· τὸν δὲ Φαρνάβαζον φοβηθέντα μὴ περὶ τούτων ἀκούσῃ τὴν ἀλήθειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην.
由于法尔纳巴佐斯不肯提供护送他前往王宫的向导,埃弗鲁斯说阿尔西比亚德斯便启程前往帕夫拉戈尼亚的督政官那里,企图通过他来完成这次内陆之行;而法尔纳巴佐斯害怕国王听说关于这些事情的真相,便派人尾随而去,要在半途中杀害阿尔西比亚德斯。
§14.11.4τοὺς δὲ καταλαβόντας αὐτὸν τῆς Φρυγίας ἔν τινι κώμῃ κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆθος·
那些人在弗里吉亚的某个村庄里追上了正在安营扎寨的他,在夜间于他的周围堆放了大量的木柴。
ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι.
随着熊熊大火燃起,阿尔西比亚德斯虽企图抵抗,但最终被大火以及朝他投掷标枪的人所压倒而丧生。
§14.11.5περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Δημόκριτος ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα.
大约在同一时期,哲学家德谟克利特也去世了,享年九十岁。
Λασθένην δὲ τὸν Θηβαῖον τὸν νενικηκότα ταύτην τὴν Ὀλυμπιάδα λέγεται πρὸς ἵππον ἀθλητὴν δραμόντα νικῆσαι· τὸν δὲ δρόμον ἀπὸ τῆς Κορωνείας μέχρι τῆς Θηβαίων πόλεως γενέσθαι.
另外,据说在这届奥林匹亚运动会上获胜的底比斯人拉斯塞内斯,曾与一匹赛马赛跑并战胜了它;而这次长跑是在从科罗内亚到底比斯城之间进行的。
§14.11.6κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίων φρουρούντων Ἔρρουκαν πόλιν Οὐόλσκων ἐπελθόντες οἱ πολέμιοι τῆς τε πόλεως ἐκράτησαν καὶ τῶν φρουρῶν τοὺς πλείστους ἀνεῖλαν.
而在意大利,罗马人正防守着埃鲁卡城,敌人沃尔西人发动袭击,占领了该城,并杀害了大部分守军。

词汇与语法注释

  1. §14.11.1τοῦ δʼ Ἐφόρου διʼ ἄλλας αἰτίας ἐπιβουλευθῆναι γεγραφότος — 属格独立结构,其中包含作分词 γεγραφότος 宾语的“对格+不定式”结构([Ἀλκιβιάδην] ἐπιβουλευθῆναι)。其主语“阿尔西比亚德斯”需根据前文省去而加以理解。
  2. §14.11.2φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον — 后续的一系列不定式(παρασκευάζεσθαι, ἐλθεῖν, ἐξηγήσασθαι, ἀξιῶσαι 等)均处于由此 φησί(主语为历史学家埃弗鲁斯)引导的间接引语(对格不定式结构)中。
  3. §14.11.3τὸν δὲ Φαρνάβαζον ἀκούσαντα... σφετερίσασθαι... — 承接上一节的间接引语。τὸν δὲ Φαρνάβαζον 是不定式 σφετερίσασθαι 和 πέμψαι 的意上主语(对格)。
  4. §14.11.5Λασθένην δὲ τὸν Θηβαῖον... λέγεται... νικῆσαι — 此处没有采用主格的人称结构(即“据说拉斯塞内斯(主格)……”),而是使用了对格 Λασθένην,这可能是受到周围间接引语语境的影响,或者可以理解为带有对格和不定式的非人称结构 λέγεται。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.11.1-14.11.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.11.1-14.11.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。