§14.12.1τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦν ἄρχων Εὐκλείδης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο χιλίαρχοι τέσσαρες, Πόπλιος Κορνήλιος, Νουμέριος Φάβιος, Λεύκιος Οὐαλέριος.
この年に起こった出来事が終わりを迎えた時、アテナイではエウクレイデスがアルコンであり、ローマでは4人の執政官権限のある軍事機官、すなわちプブリウス・コルネリウス、ヌメリウス・ファビウス、ルキウス・ウァレリウスが執政の職を引き継いだ。
§14.12.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Βυζάντιοι πρὸς μὲν ἀλλήλους στασιάζοντες, πρὸς δὲ τοὺς παροικοῦντας Θρᾷκας πόλεμον ἔχοντες, κακῶς ἀπήλλαττον·
彼らが職務を引き継いだ時、ビュザンティオン人たちは互いに内紛を起こし、また近隣のトラキア人たちとも戦争状態にあったため、苦境に陥っていた。
οὐ δυνάμενοι δὲ λύσιν πορίσασθαι τῆς πρὸς ἀλλήλους φιλονεικίας, στρατηγὸν ᾐτήσαντο παρὰ Λακεδαιμονίων.
自分たち同士の闘争の解決策を見出すことができなかった彼らは、ラケダイモン人たちに将軍を要請した。
ἐξέπεμψαν οὖν οἱ Σπαρτιᾶται Κλέαρχον καταστήσοντα τὰ κατὰ τὴν πόλιν·
そこでスパルタ人たちは、市内の情勢を安定させるためにクリアルフスを派遣した。
§14.12.3οὗτος δὲ πιστευθεὶς περὶ τῶν ὅλων καὶ μισθοφόρους πολλοὺς ἀθροίσας, οὐκέτι προστάτης ἦν, ἀλλὰ τύραννος.
しかし、彼はすべての権限を委ねられ、多くの傭兵を集めると、もはや保護者ではなく、僭主となった。
καὶ τὸ μὲν πρῶτον τοὺς ἄρχοντας αὐτῶν ἐπί τινι θυσίᾳ καλέσας ἀνεῖλε, μετὰ δὲ ταῦτα ἀναρχίας οὔσης ἐν τῇ πόλει, τριάκοντα μὲν τοὺς ὀνομαζομένους Βυζαντίους συνήρπασε καὶ περιθεὶς κάλων ἀπεστραγγάλισε·
そしてまず、ある犠牲祭の口実で彼らの役人たちを呼び出して殺害し、その後、市内に無政府状態が生じている中で、「ビュザンティオン人」と呼ばれる三十人の市民を捕らえ、首に縄を巻きつけて絞殺した。
πάντων δὲ τῶν διαφθαρέντων τὰς οὐσίας σφετερισάμενος ἐπελέγετο καὶ τῶν ἄλλων τοὺς εὐπόρους, καὶ ψευδεῖς αἰτίας ἐπιρρίπτων οὓς μὲν ἀπέκτεινεν, οὓς δʼ ἐφυγάδευσε.
そして、殺害された者たちすべての財産を私物化すると、他の富裕な者たちにも目をつけ、偽りの罪をかぶせて、ある者たちを殺害し、ある者たちを追放した。
πολλῶν δὲ χρημάτων κυριεύσας καὶ μισθοφόρων ἀθροίσας πλῆθος τὰ κατὰ τὴν δυναστείαν ἠσφαλίσατο.
彼は多額の財産を手中に収め、多数の傭兵を集めることで、自らの支配体制を強固なものにした。
§14.12.4διαβοηθείσης δὲ τῆς κατὰ τὸν τύραννον ὠμότητός τε καὶ δυνάμεως, Λακεδαιμόνιοι τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς αὐτὸν πρέσβεις τοὺς πείσοντας ἀποθέσθαι τὴν δυναστείαν·
僭主の残虐行為と権勢が広く知れ渡ると、ラケダイモン人たちは、まず彼のもとに使節を派遣して支配権を放棄するよう説得しようとした。
οὐ προσέχοντος δὲ τοῖς ἀξιουμένοις ἔπεμψαν δύναμιν ἐπʼ αὐτὸν καὶ στρατηγὸν Πανθοίδαν.
しかし、彼がその要求に耳を貸さなかったため、彼に対して軍隊と将軍パントイダスを派遣した。
§14.12.5οὗ τὴν ἔφοδον αἰσθόμενος ὁ Κλέαρχος εἰς Σηλυμβρίαν μετήγαγε τὴν δύναμιν, κύριος ὢν καὶ ταύτης τῆς πόλεως·
彼の接近を察知したクリアルフスは、セリュンブリアへ自らの軍勢を移動させた。 彼はこの都市をも支配していたからである。
πολλὰ γὰρ εἰς τοὺς Βυζαντίους ἡμαρτηκὼς ὑπελάμβανεν οὐ μόνον τοὺς Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει πολεμίους ἕξειν.
彼はビュザンティオン人に対して多くの悪行を働いていたため、ラケダイモン人だけでなく、市内の住民をも敵に回すことになると考えていた。
§14.12.6διόπερ ἐκ Σηλυμβρίας κρίνας ἀσφαλέστερον διαπολεμήσειν, τά τε χρήματα καὶ τὴν δύναμιν μετέστησεν.
それゆえ、セリュンブリアから戦うほうがより安全であると判断し、資金と軍勢をそこへ移動させていた。
ὡς δʼ ἐπύθετο τοὺς Λακεδαιμονίους ἐγγὺς ὄντας, ἀπήντησεν αὐτοῖς, καὶ περὶ τὸν καλούμενον πόρον συνῆψε μάχην τοῖς περὶ τὸν Πανθοίδαν.
ラケダイモン軍が近くに来ていることを知ると、彼は彼らを迎え撃ち、「ポロス」と呼ばれる場所の近くでパントイダス率いる軍と戦闘を開始した。
§14.12.7γενομένου δʼ ἐπὶ πολὺν χρόνον τοῦ κινδύνου, καὶ λαμπρῶς ἀγωνισαμένων τῶν Λακεδαιμονίων, οἱ τοῦ τυράννου διεφθάρησαν.
戦闘は長時間に及び、ラケダイモン人たちが目覚ましく奮闘したため、僭主の軍勢は全滅した。
ὁ δὲ Κλέαρχος τὸ μὲν πρῶτον μετʼ ὀλίγων συγκλεισθεὶς εἰς Σηλυμβρίαν ἐπολιορκεῖτο· μετὰ δὲ ταῦτα φοβηθεὶς διέδρα νυκτὸς καὶ διέπλευσεν εἰς τὴν Ἰωνίαν·
クリアルフスは、最初は少数の部下とともにセリュンブリアに閉じこもって包囲されていたが、その後、恐怖にかられて夜間に脱出し、イオニアへと船で渡った。
ἐκεῖ δʼ εἰς συνήθειαν ἐλθὼν Κύρῳ τῷ τοῦ βασιλέως ἀδελφῷ δυνάμεων ἀφηγήσατο.
そこで彼は王の弟キュロスと親交を結び、彼の軍勢を指揮することになった。
§14.12.8ὁ γὰρ Κῦρος, ἄρχων ἀποδεδειγμένος τῶν ἐπὶ θαλάττῃ σατραπειῶν καὶ φρονήματος πλήρης ὤν, διενοεῖτο στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην.
というのも、海沿いの諸サトラペイアの支配者に任命され、野心に満ちていたキュロスは、自らの兄アルタクセルクセスに対して遠征することを企てていたからである。
§14.12.9ὁρῶν οὖν τὸν Κλέαρχον τόλμαν ἔχοντα καὶ θράσος πρόχειρον, ἔδωκεν αὐτῷ χρήματα καὶ προσέταξεν ὡς πλείστους ξενολογεῖν, νομίζων εὔθετον ἕξειν συναγωνιστὴν τοῖς ὑπʼ αὐτοῦ τολμωμένοις.
そこで、クリアルフスが果敢な行動力と旺盛な大胆さを備えているのを見て、キュロスは彼に資金を与え、できるだけ多くの傭兵を募るよう命じた。 彼が企てている冒険において、彼を格好の共闘者とみなしたからである。