§14.113.1καθʼ ὃν δὲ καιρὸν μάλιστα Ῥήγιον ἐπολιόρκει Διονύσιος, οἱ κατοικοῦντες τὰ πέραν τῶν Ἄλπεων Κελτοὶ τὰ στενὰ διελθόντες μεγάλαις δυνάμεσι κατελάβοντο τὴν μεταξὺ χώραν τοῦ τε Ἀπεννίνου καὶ τῶν Ἄλπεων ὀρῶν, ἐκβάλλοντες τοὺς κατοικοῦντας Τυρρηνούς.
正值狄奥尼修斯最猛烈地围攻雷吉乌姆之时,居住在阿尔卑斯山以外的凯尔特人,率领大军通过隘口,占领了亚平宁山脉与阿尔卑斯山脉之间的土地,驱逐了居住在那里的泰伦尼亚人。
§14.113.2τούτους δʼ ἔνιοί φασιν ἀπὸ τῶν ἐν Τυρρηνίᾳ δώδεκα πόλεων ἀποικισθῆναι· τινὲς δέ φασι Πελασγοὺς πρὸ τῶν Τρωικῶν ἐκ Θετταλίας φυγόντας τὸν ἐπὶ Δευκαλίωνος γενόμενον κατακλυσμὸν ἐν τούτῳ τῷ τόπῳ κατοικῆσαι.
关于这些人,有人说他们是从泰伦尼亚的十二座城市中迁出来的殖民者;但也有人说,在特洛伊战争之前,为了逃避丢卡利翁时代发生的大洪水而从色萨利逃亡出来的佩拉斯吉人,在此定居了下来。
§14.113.3τῶν οὖν Κελτῶν κατʼ ἔθνη διελομένων τὴν χώραν, οἱ καλούμενοι Σέννωνες ἔτυχον λαβόντες τὸν πορρωτάτω κείμενον τόπον τῶν ὀρῶν παρὰ θάλατταν.
因此,当凯尔特人按部落瓜分土地时,被称为森诺内斯的人们碰巧分得了远离山脉、靠海最远的一块地方。
ὄντος δʼ αὐτοῦ καυματώδους, δυσθετοῦντες ἔσπευδον μετοικῆσαι, καὶ τοὺς νεωτέρους καθοπλίσαντες ἀπέστειλαν ζητεῖν χώραν, ἐν ᾗ κατοικήσουσιν.
然而,由于该地酷热难耐,他们对其恶劣的环境感到不满,急于迁徙,于是武装了年轻人,派他们去寻找可以居住的土地。
εἰσβαλόντες οὖν εἰς Τυρρηνίαν, καὶ τὸν ἀριθμὸν ὄντες περὶ τρισμυρίους, τὴν τῶν Κλουσίνων χώραν ἐπόρθουν.
因此,他们侵入了泰伦尼亚,人数约为三万,开始掠夺克鲁西人(克鲁西乌姆)的土地。
§14.113.4καθʼ ὃν δὴ χρόνον ὁ δῆμος ὁ τῶν Ῥωμαίων πρέσβεις ἀπέστειλεν εἰς Τυρρηνίαν τοὺς κατασκεψομένους τὴν στρατιὰν τῶν Κελτῶν.
正是在这个时候,罗马人民派遣使节前往泰伦尼亚侦察凯尔特人的军队。
παραγενόμενοι δὲ οἱ πρέσβεις εἰς Κλούσιον καὶ θεωρήσαντες παράταξιν γενομένην, ἀνδρειότεροι μᾶλλον ἢ φρονιμώτεροι γενηθέντες παρετάξαντο τοῖς Κλουσίνοις πρὸς τοὺς πολιορκοῦντας.
使节们抵达克鲁西乌姆后,看到已经排好了阵势,他们变得勇猛有余而明智不足,与克鲁西人一起排兵布阵,共同对抗包围者。
§14.113.5εὐημερήσαντος δὲ θατέρου τῶν πρεσβευτῶν καί τινα τῶν ἐνδοξοτέρων ἐπάρχων ἀποκτείναντος, γνόντες οἱ Κελτοὶ τὸ γεγονὸς εἰς Ῥώμην πρέσβεις ἀπέστειλαν τοὺς ἐξαιτήσοντας τὸν πρεσβευτὴν τὸν ἀδίκου πολέμου προκαταρξάμενον.
当其中一名使节取得战果并杀死了一位较为显赫的指挥官时,凯尔特人得知了所发生的事,便向罗马派遣使节,要求交出那名首先发起非正义战争的使节。
§14.113.6ἡ δὲ γερουσία τὸ μὲν πρῶτον ἔπειθε τοὺς πρεσβευτὰς τῶν Κελτῶν χρήματα λαβεῖν περὶ τῶν ἠδικημένων· ὡς δʼ οὐ προσεῖχον, ἐψηφίσαντο παραδοῦναι τὸν κατηγορούμενον.
元老院起初试图说服凯尔特人的使节接受金钱,以补偿他们所遭受的不公;但见他们不予理睬,便投票决定交出被指控者。
ὁ δὲ πατὴρ τοῦ μέλλοντος παραδίδοσθαι, τῶν χιλιάρχων εἷς ὢν τῶν τὴν ὑπατικὴν ἐξουσίαν ἐχόντων, προεκαλέσατο τὴν δίκην ἐπὶ τὸν δῆμον, καὶ δυνατὸς ὢν ἐπὶ τοῖς πλήθεσιν ἔπεισεν ἄκυρον ποιῆσαι τὴν κρίσιν τῆς συγκλήτου.
然而,那个即将被交出的人的父亲是具有执政官权力的军事保民官之一,他向人民提出了上诉,并且由于他在群众中很有影响力,他说服他们废除了元老院的决议。
§14.113.7ὁ μὲν οὖν δῆμος ἐν τοῖς ἔμπροσθεν χρόνοις πάντα πειθόμενος τῇ γερουσίᾳ, τότε πρῶτον ἤρξατο διαλύειν τὸ κριθὲν ὑπὸ τῆς συγκλήτου.
因此,在以前一直事事听从元老院的人民,在那时第一次开始废除元老院所作出的决议。