Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.112.1-14.112.5

斐同受刑与英勇就义

第 406 段,共 723 段 · 希腊语

内容简介

记述了狄奥尼修斯在残酷折磨雷吉乌姆将军斐同后将其与其亲属一同处死,而斐同英勇高尚的就义赢得了敌方士兵的同情以及后世诗人们的哀悼。

§14.112.1Φύτωνα δὲ τὸν τῶν Ῥηγίνων στρατηγὸν συλλαβών, τὸν μὲν υἱὸν αὐτοῦ κατεπόντισεν, αὐτὸν δὲ τὸ μὲν πρῶτον ἔδησε πρὸς τὰς ὑψηλοτάτας μηχανάς, οἱονεὶ τραγικήν τινα τιμωρίαν λαμβάνων, προσέπεμψε δέ τινα τῶν ὑπηρετῶν ἐροῦντα πρὸς αὐτόν, ὡς ἐχθὲς αὐτοῦ τὸν υἱὸν Διονύσιος κατεπόντισε· πρὸς ὃν εἶπε Φύτων, διότι γέγονεν εὐτυχέστερος τοῦ πατρὸς ἡμέρᾳ μιᾷ.
抓获了雷吉乌姆人的将军斐同后,狄奥尼修斯将他的儿子淹死,而对斐同本人,起初将他绑在最高的攻城器械上,仿佛在进行某种悲剧式的惩罚,并派了一名仆人去对他说,狄奥尼修斯昨天已将他的儿子淹死;斐同对那人说,儿子比父亲多享了一天的幸运。
§14.112.2μετὰ δὲ ταῦτα περιῆγεν αὐτὸν Διονύσιος τὴν πόλιν μαστίζων καὶ κατὰ πάντα τρόπον αἰκιζόμενος, ἅμα κήρυκος συνακολουθοῦντος ὅτι τὸν ἄνδρα Διονύσιος τιμωρεῖται παρηλλαγμένως, ὅτι τὴν πόλιν ἔπεισεν ἑλέσθαι τὸν πόλεμον.
此后,狄奥尼修斯带着他绕城游街,对其进行鞭笞并用尽各种方式严刑拷打,同时有一名传令官随行宣读:狄奥尼修斯正在用非同寻常的方式惩罚这个男人,因为他曾说服城邦选择战争。
§14.112.3ὁ δὲ Φύτων κατὰ τὴν πολιορκίαν στρατηγὸς ἀγαθὸς γεγενημένος καὶ κατὰ τὸν ἄλλον βίον ἐπαινούμενος, οὐκ ἀγεννῶς ὑπέμενε τὴν ἐπὶ τῆς τελευτῆς τιμωρίαν, ἀλλʼ ἀκατάπληκτον τὴν ψυχὴν φυλάξας καὶ βοῶν ὅτι τὴν πόλιν οὐ βουληθεὶς προδοῦναι Διονυσίῳ τυγχάνει τῆς τιμωρίας, ἣν αὐτῷ τὸ δαιμόνιον ἐκείνῳ συντόμως ἐπιστήσει·
然而斐同在围城战中表现为一位优秀的将军,在平生的其他时光里也备受称赞,他并非不体面地忍受着临死前的惩罚,而是保持着毫不动摇的灵魂,大声喊道:他正遭受惩罚,是因为他不愿将城市背叛给狄奥尼修斯,而神明不久便会将惩罚降临到那个人身上。
ὥστε τὴν ἀρετὴν τἀνδρὸς καὶ παρὰ τοῖς στρατιώταις τοῦ Διονυσίου κατελεεῖσθαι καί τινας ἤδη θορυβεῖν.
结果,这个男人的高尚德行甚至在狄奥尼修斯的士兵中也赢得了同情,有些人已经开始骚动起来。
§14.112.4ὁ δὲ Διονύσιος εὐλαβηθείς, μή τινες τῶν στρατιωτῶν ἀποτολμήσωσιν ἐξαρπάζειν τὸν Φύτωνα, παυσάμενος τῆς τιμωρίας κατεπόντισε τὸν ἀτυχῆ μετὰ τῆς συγγενείας.
狄奥尼修斯担心士兵中有人会胆敢抢夺斐同,便停止了惩罚,将这个不幸的人连同他的亲属一起投水淹死。
§14.112.5οὗτος μὲν οὖν ἀναξίως τῆς ἀρετῆς ἐκνόμοις περιέπεσε τιμωρίαις, καὶ πολλοὺς ἔσχε καὶ τότε τῶν Ἑλλήνων τοὺς ἀλγήσαντας τὴν συμφορὰν καὶ μετὰ ταῦτα ποιητὰς τοὺς θρηνήσαντας τὸ τῆς περιπετείας ἐλεεινόν.
因此,他与其德行不配地遭遇了不合律法的惩罚,当时就有许多希腊人为他的不幸感到悲伤,此后也有诗人们哀悼他命运剧变的悲惨。

词汇与语法注释

  1. 14.112.1διότι γέγονεν εὐτυχέστερος τοῦ πατρὸς ἡμέρᾳ μιᾷ — 译为“儿子比父亲多享了一天的幸运”。此处的连接词 διότι 起到了引导间接引语的 ὅτι 的作用。现在完成时动词 γέγονεν 的主语是前文提到的“他的儿子(τὸν υἱὸν αὐτοῦ)”。这意味着由于儿子比父亲(斐同)早死了一天,他免于目睹父亲随后遭受的惨无人道的折磨与屈辱,因而比父亲更为幸运。
  2. 14.112.3ἣν αὐτῷ τὸ δαιμόνιον ἐκείνῳ συντόμως ἐπιστήσει — 意为“神明不久便会将惩罚降临到那个人身上”。关系代词 ἣν 的先行词是 τῆς τιμωρίας,并充当将来时动词 ἐπιστήσει(ἐφίστημι 的将来时)的直接宾语。表示不利影响的与格代词 αὐτῷ(他)由指向狄奥尼修斯的指示代词 ἐκείνῳ 作为同位语予以强调。
  3. 14.112.5τοὺς ἀλγήσαντας τὴν συμφορὰν — 在古典时期通常作为不及物动词使用的 ἀλγέω(悲伤、痛苦),在此处作为及物动词使用,直接接宾格 τὴν συμφορὰν(其不幸)作为宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.112.1-14.112.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.112.1-14.112.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。