§14.112.1Φύτωνα δὲ τὸν τῶν Ῥηγίνων στρατηγὸν συλλαβών, τὸν μὲν υἱὸν αὐτοῦ κατεπόντισεν, αὐτὸν δὲ τὸ μὲν πρῶτον ἔδησε πρὸς τὰς ὑψηλοτάτας μηχανάς, οἱονεὶ τραγικήν τινα τιμωρίαν λαμβάνων, προσέπεμψε δέ τινα τῶν ὑπηρετῶν ἐροῦντα πρὸς αὐτόν, ὡς ἐχθὲς αὐτοῦ τὸν υἱὸν Διονύσιος κατεπόντισε·
レギオンの将軍であるフュトンを捕らえると、ディオニュシオスはまずその息子を海に投げ込んで溺死させ、フュトン自身は、まるで悲劇的な復讐でも行うかのように、最初は最も高い攻城兵器に縛り付けた。 そして、従者の一人を彼のところに送り、昨日ディオニュシオスが彼の息子を溺死させたことを告げさせた。
πρὸς ὃν εἶπε Φύτων, διότι γέγονεν εὐτυχέστερος τοῦ πατρὸς ἡμέρᾳ μιᾷ.
これに対してフュトンは、息子は父親よりも一日だけ幸運であった、と言い放った。
§14.112.2μετὰ δὲ ταῦτα περιῆγεν αὐτὸν Διονύσιος τὴν πόλιν μαστίζων καὶ κατὰ πάντα τρόπον αἰκιζόμενος, ἅμα κήρυκος συνακολουθοῦντος ὅτι τὸν ἄνδρα Διονύσιος τιμωρεῖται παρηλλαγμένως, ὅτι τὴν πόλιν ἔπεισεν ἑλέσθαι τὸν πόλεμον.
この後、ディオニュシオスは彼を鞭打ち、あらゆる方法で虐待しながら市中を引き回した。 その際、布告官が同行して、「ディオニュシオスはこの男が市を説得して戦争を選ばせたために、過酷な方法で処罰しているのだ」と言い触れ回った。
§14.112.3ὁ δὲ Φύτων κατὰ τὴν πολιορκίαν στρατηγὸς ἀγαθὸς γεγενημένος καὶ κατὰ τὸν ἄλλον βίον ἐπαινούμενος, οὐκ ἀγεννῶς ὑπέμενε τὴν ἐπὶ τῆς τελευτῆς τιμωρίαν, ἀλλʼ ἀκατάπληκτον τὴν ψυχὴν φυλάξας καὶ βοῶν ὅτι τὴν πόλιν οὐ βουληθεὶς προδοῦναι Διονυσίῳ τυγχάνει τῆς τιμωρίας, ἣν αὐτῷ τὸ δαιμόνιον ἐκείνῳ συντόμως ἐπιστήσει·
しかしフュトンは、包囲戦において優れた将軍であり、それ以外の生涯においても称賛されていた人物であったため、死に際しての処罰を不名誉にも耐え忍ぶのではなく、不屈の魂を保ち、自分がディオニュシオスに市を裏切ることを望まなかったためにこの処罰を受けているのであり、神霊が間もなくあの男に同じ処罰を下すであろうと大声で叫んだ。
ὥστε τὴν ἀρετὴν τἀνδρὸς καὶ παρὰ τοῖς στρατιώταις τοῦ Διονυσίου κατελεεῖσθαι καί τινας ἤδη θορυβεῖν.
その結果、この男の卓越した徳はディオニュシオスの兵士たちの間でも深く同情され、一部の者はすでに騒ぎ始めていた。
§14.112.4ὁ δὲ Διονύσιος εὐλαβηθείς, μή τινες τῶν στρατιωτῶν ἀποτολμήσωσιν ἐξαρπάζειν τὸν Φύτωνα, παυσάμενος τῆς τιμωρίας κατεπόντισε τὸν ἀτυχῆ μετὰ τῆς συγγενείας.
ディオニュシオスは、兵士の一部がフュトンを力ずくで奪い取ろうと企てるのではないかと恐れ、処罰を中止して、その不幸な男を親族とともに海に投げ込んで溺死させた。
§14.112.5οὗτος μὲν οὖν ἀναξίως τῆς ἀρετῆς ἐκνόμοις περιέπεσε τιμωρίαις, καὶ πολλοὺς ἔσχε καὶ τότε τῶν Ἑλλήνων τοὺς ἀλγήσαντας τὴν συμφορὰν καὶ μετὰ ταῦτα ποιητὰς τοὺς θρηνήσαντας τὸ τῆς περιπετείας ἐλεεινόν.
このようにして、彼は自らの徳にふさわしくない非道な処罰を被ることとなったが、当時も多くのギリシア人がその不運を深く悲しみ、その後も詩人たちが彼の運命の急転の痛ましさを哀歌に詠んだのである。