Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.111.1-14.111.4

雷吉乌姆因饥荒投降与市民沦为俘虏

第 405 段,共 723 段 · 希腊语

内容简介

经过狄奥尼修斯长期的围困,雷吉乌姆市因极度饥荒被迫无条件投降,僭主对沦为俘虏的市民进行了残酷的处置。

§14.111.1Διονυσίου δὲ σχεδὸν ἑνδέκατον μῆνα Ῥήγιον πολιορκοῦντος καὶ τὰς πανταχόθεν βοηθείας ἀποκεκλεικότος, εἰς δεινὴν σπάνιν τῶν ἀναγκαίων οἱ κατὰ τὴν πόλιν παρεγενήθησαν· φασὶ γὰρ παρὰ τοῖς Ῥηγίνοις κατʼ ἐκεῖνον τὸν καιρὸν πέντε μνῶν γενέσθαι τὸν μέδιμνον τοῦ σίτου.
当狄奥尼修斯围困雷吉乌姆近十一个月并切断了来自各方的援助时,城里的人陷入了生活必需品的极度匮乏之中;因为据说当时在雷吉乌姆人中间,一麦地姆诺的小麦价格达到了五米纳。
§14.111.2καταπονούμενοι δὲ τῇ σιτοδείᾳ τὸ μὲν πρῶτον τούς τε ἵππους καὶ τἄλλα ὑποζύγια κατέφαγον, μετὰ δὲ ταῦτα δέρματα καθέψοντες ἐσιτοῦντο, τὸ δὲ τελευταῖον ἐκ τῆς πόλεως ἐξιόντες τὴν πρὸς τοῖς τείχεσι βοτάνην ἤσθιον καθαπερεί τινα θρέμματα· οὕτως ἡ τῆς φύσεως ἀνάγκη τὴν ἀνθρωπίνην δίαιταν εἰς ἀλόγων ζῴων τροφὰς καταφυγεῖν ἐβιάζετο.
由于饱受饥荒折磨,他们起初吃光了马匹和其他役畜,此后便煮食皮革,最后他们走出城外,像牲畜一样啃食城墙附近的草木;大自然的必然性如此强迫人类的饮食退求于无理性动物的食物。
§14.111.3ὁ δὲ Διονύσιος πυθόμενος τὸ γινόμενον, οὐχ ὅπως ἠλέησε τοὺς ὑπὲρ ἄνθρωπον πάσχειν ἀναγκαζομένους, ἀλλὰ πᾶν τοὐναντίον ἐπαγαγὼν ζεύγη εἷλε τὴν πόαν τοῦ τόπου, ὥστε τὴν ὕλην ἅπασαν ἀφανισθῆναι.
而狄奥尼修斯得知所发生的事情后,不仅没有怜悯那些被迫承受超越人类极限之苦难的人,反而完全相反,他牵来役畜吃尽了该处的草,以至于所有的植被都消失殆尽。
§14.111.4διόπερ ταῖς ὑπερβολαῖς τῶν κακῶν νικώμενοι παρέδωκαν τὴν πόλιν οἱ Ῥηγῖνοι τῷ τυράννῳ, τὴν πᾶσαν καθʼ αὐτῶν ἐπιτρέψαντες ἐξουσίαν.
因此,雷吉乌姆人被极度的灾难所击败,将城市献给了僭主,并把对他们自己的全部支配权交托于他。
ὁ δὲ Διονύσιος κατὰ μὲν τὴν πόλιν εὗρε σωροὺς νεκρῶν, οἳ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ἐτετελευτήκεισαν· καὶ τοὺς ζῶντας δὲ νεκρῶν ἔχοντας διάθεσιν καὶ παρειμένους τὰ σώματα καταλαβών, ἤθροισεν αἰχμαλώτους πλείους τῶν ἑξακισχιλίων.
狄奥尼修斯在城内发现了成堆的因缺乏食物而死去的尸体;他也发现那些活着的人状态如同死人一般,身体极其虚弱,于是聚集了六千多名俘虏。
τὸ μὲν οὖν πλῆθος ἀποστείλας εἰς Συρακούσας ἐκέλευσε τοὺς δόντας ἀργυρίου μνᾶν ἀπολυτροῦσθαι, τοὺς δʼ εὐπορῆσαι μὴ δυνηθέντας ἐλαφυροπώλησε.
他将众人送往叙拉古,下令凡是能交出一米纳银子的人都可以赎回自由,而那些无法筹得资金的人,则作为战利品予以变卖。

词汇与语法注释

  1. §14.111.1πέντε μνῶν — 价格属格,作为 `γενέσθαι` 的表语,表示一麦地姆诺小麦的价格达到了五米纳。
  2. §14.111.2τὴν ἀνθρωπίνην δίαιταν εἰς ἀλόγων ζῴων τροφὰς καταφυγεῖν ἐβιάζετο — 动词 `ἐβιάζετο`(未完成过去时,作及物动词用)带宾格加不定式结构(`τὴν ἀνθρωπίνην δίαιταν ... καταφυγεῖν`),意为“强迫人类的饮食退求于无理性动物的食物”。
  3. §14.111.3οὐχ ὅπως — 惯用表达,与后文的 `ἀλλὰ...` 呼应,意为“不仅不……(反而……)”。在此处表示他不仅没有怜悯他们,反而连草也夺走了。
  4. §14.111.4παρειμένους τὰ σώματα — `παρειμένους` 是 `παρίημι` 的完成时被动分词(意为“衰弱的、麻痹的”),`τὰ σώματα` 是关系宾格(accusative of respect),表示“在身体方面”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.111.1-14.111.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.111.1-14.111.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。