Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.110.1-14.110.5

大王和约的缔结与波斯对塞浦路斯的备战

第 404 段,共 723 段 · 希腊语

内容简介

在雅典执政官狄奥多托斯与罗马军事论坛任内,斯巴达的安塔尔基达斯同波斯国王缔结了《大王和约》,希腊各邦最终被迫接受。和约达成后,波斯国王着手准备对塞浦路斯埃瓦戈拉斯的战争。

§14.110.1τούτων δὲ πραχθέντων ὁ μὲν ἐνιαύσιος χρόνος παρεληλύθει, παρὰ δὲ τοῖς Ἀθηναίοις ἦρχε Θεόδοτος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν εἶχον χιλίαρχοι ἕξ, Κόιντος Καίσων Σουλπίκιος, Αἶνος Καίσων Φάβιος, Κόιντος Σερουίλιος, Πόπλιος Κορνήλιος.
这些事情过去之后,一年的时间已经流逝。 在雅典,狄奥多托斯担任执政官;在罗马,六名具有执政官权力的军事论坛(千人队领袖)掌握着执政官权力,他们是:昆图斯·凯索·苏尔皮基乌斯、埃努斯·凯索·法比乌斯、昆图斯·塞维里乌斯、普布利乌斯·科尔内利乌斯。
§14.110.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι κακοπαθοῦντες τῷ πολέμῳ τῷ τε πρὸς τοὺς Ἕλληνας καὶ τῷ πρὸς τοὺς Πέρσας, Ἀνταλκίδαν τὸν ναύαρχον ἐξαπέστειλαν πρὸς Ἀρταξέρξην ὑπὲρ εἰρήνης.
当他们接管政权后,斯巴达人因同时受到对希腊人和对波斯人的战争的折磨,派遣海军将领安塔尔基达斯前往阿尔塔薛西斯处,以求缔结和平。
§14.110.3διαλεχθέντος δʼ αὐτοῦ περὶ ὧν ἦν ἀπεσταλμένος ἐνδεχομένως, ὁ βασιλεὺς ἔφησεν ἐπὶ τοῖσδε ποιήσασθαι τὴν εἰρήνην· τὰς μὲν κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ὑπὸ βασιλέα τετάχθαι, τοὺς δʼ ἄλλους Ἕλληνας ἅπαντας αὐτονόμους εἶναι· τοῖς δὲ ἀπειθοῦσι καὶ μὴ προσδεχομένοις τὰς συνθήκας διὰ τῶν εὐδοκούντων πολεμήσειν.
当他就其受遣之事进行了妥善的交涉后,国王宣布将在下列条件下缔结和平:在亚洲的希腊城市应归国王管辖,而其他所有希腊人则保持自治;对于那些不服从且不接受条约的人,他将通过赞同该条约的人向他们开战。
§14.110.4οἱ μὲν οὖν Λακεδαιμόνιοι τούτοις εὐδοκήσαντες ἡσυχίαν ἦγον, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι καί τινες ἕτεροι τῶν Ἑλλήνων βαρέως ἔφερον ἐπὶ τῷ τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐγκαταλελεῖφθαι· καθʼ αὑτοὺς δὲ οὐκ ὄντες ἀξιόμαχοι, κατʼ ἀνάγκην συνεχώρησαν καὶ προσεδέξαντο τὴν εἰρήνην.
于是,斯巴达人对此表示赞同并保持平静,但雅典人、底比斯人以及其他一些希腊人对亚洲城市被抛弃感到愤慨;然而,由于他们单凭自己的力量不足以交战,便被迫让步并接受了和平。
§14.110.5καὶ ὁ μὲν βασιλεὺς διαλυθείσης τῆς πρὸς τοὺς Ἕλληνας διαφορᾶς παρεσκευάζετο τὰς δυνάμεις εἰς τὸν Κυπριακὸν πόλεμον· ὁ γὰρ Εὐαγόρας σχεδὸν ὅλην τὴν Κύπρον ἦν κεκτημένος καὶ δυνάμεις ἁδρὰς συνηθροίκει διὰ τὸ τὸν Ἀρταξέρξην τῷ πρὸς τοὺς Ἕλληνας πολέμῳ διεσπάσθαι.
而国王在与希腊人的争端解决后,开始为塞浦路斯战争准备军队;因为埃瓦戈拉斯已经占领了几乎整个塞浦路斯,并因阿尔塔薛西斯在对希腊人的战争中分心而聚集了强大的军队。

词汇与语法注释

  1. §14.110.1χιλίαρχοι ἕξ — 尽管狄奥多罗写着“六名军事论坛”,但随后只列出了四个名字。这可能是由于抄本传抄过程中的字句脱落,或者是作者本人的疏误。
  2. §14.110.3διὰ τῶν εὐδοκούντων πολεμήσειν — 未来不定式 `πολεμήσειν` 的主语是主句主语波斯国王。介词短语 `διὰ τῶν εὐδοκούντων` 意为“通过表示赞同的人”(即接受和平条款的希腊人),表示间接的手法或媒介。
  3. §14.110.4ἐπὶ τῷ τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐγκαταλελεῖφθαι — 介词 `ἐπί` 接与格冠词性不定式 `τῷ ... ἐγκαταλελεῖφθαι`(完成时被动不定式),用于表示情感(`βαρέως ἔφερον`)的原因或对象,意为“对于亚洲城市被抛弃一事(感到愤慨)”。`τὰς κα特 ὰ τὴν Ἀσίαν πόλεις` 是该不定式的主格对格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.110.1-14.110.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.110.1-14.110.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。