§14.110.1τούτων δὲ πραχθέντων ὁ μὲν ἐνιαύσιος χρόνος παρεληλύθει, παρὰ δὲ τοῖς Ἀθηναίοις ἦρχε Θεόδοτος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν εἶχον χιλίαρχοι ἕξ, Κόιντος Καίσων Σουλπίκιος, Αἶνος Καίσων Φάβιος, Κόιντος Σερουίλιος, Πόπλιος Κορνήλιος.
これらのことが行われた後、一年の歳月が経過し、アテナイではテオドトスがアルコンであり、ローマでは6人の執政官格軍事委員、すなわちクイントゥス・カエソ・スルピキウス、アエヌス・カエソ・ファビウス、クイントゥス・セルウィリウス、プブリウス・コルネリウスが執政官の権限を持っていた。
§14.110.2τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Λακεδαιμόνιοι κακοπαθοῦντες τῷ πολέμῳ τῷ τε πρὸς τοὺς Ἕλληνας καὶ τῷ πρὸς τοὺς Πέρσας, Ἀνταλκίδαν τὸν ναύαρχον ἐξαπέστειλαν πρὸς Ἀρταξέρξην ὑπὲρ εἰρήνης.
彼らが職務を引き継ぐと、ラケダイモン人たちは、ギリシア人との戦争およびペルシア人との戦争の双方によって苦しんでいたため、和平を求めて、民政官兼海軍提督アンタルキダスをアルタクセルクセスの元へ派遣した。
§14.110.3διαλεχθέντος δʼ αὐτοῦ περὶ ὧν ἦν ἀπεσταλμένος ἐνδεχομένως, ὁ βασιλεὺς ἔφησεν ἐπὶ τοῖσδε ποιήσασθαι τὴν εἰρήνην·
彼が派遣された目的について巧みに交渉を行うと、王は次のような条件で和平を結ぶと言明した。
τὰς μὲν κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις ὑπὸ βασιλέα τετάχθαι, τοὺς δʼ ἄλλους Ἕλληνας ἅπαντας αὐτονόμους εἶναι·
すなわち、アジアにあるギリシアの諸都市は王の配下に置かれ、他のすべてのギリシア人は自治を行うものとする。
τοῖς δὲ ἀπειθοῦσι καὶ μὴ προσδεχομένοις τὰς συνθήκας διὰ τῶν εὐδοκούντων πολεμήσειν.
合意に従わず受け入れない者たちに対しては、合意に同意する者たちを通じて戦争を仕掛ける、と。
§14.110.4οἱ μὲν οὖν Λακεδαιμόνιοι τούτοις εὐδοκήσαντες ἡσυχίαν ἦγον, Ἀθηναῖοι δὲ καὶ Θηβαῖοι καί τινες ἕτεροι τῶν Ἑλλήνων βαρέως ἔφερον ἐπὶ τῷ τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐγκαταλελεῖφθαι·
そこで、ラケダイモン人たちはこれらに同意して平穏を保ったが、アテナイ人やテーバイ人、およびその他のギリシア人の一部は、アジアの諸都市が見捨てられたことに憤慨した。
καθʼ αὑτοὺς δὲ οὐκ ὄντες ἀξιόμαχοι, κατʼ ἀνάγκην συνεχώρησαν καὶ προσεδέξαντο τὴν εἰρήνην.
しかし、彼らは自分たちだけでは戦うに十分な力を持たなかったため、やむを得ず同意し、和平を受け入れた。
§14.110.5καὶ ὁ μὲν βασιλεὺς διαλυθείσης τῆς πρὸς τοὺς Ἕλληνας διαφορᾶς παρεσκευάζετο τὰς δυνάμεις εἰς τὸν Κυπριακὸν πόλεμον·
そして王は、ギリシア人との紛争が解決されると、キプロス戦争に向けて軍隊を準備し始めた。
ὁ γὰρ Εὐαγόρας σχεδὸν ὅλην τὴν Κύπρον ἦν κεκτημένος καὶ δυνάμεις ἁδρὰς συνηθροίκει διὰ τὸ τὸν Ἀρταξέρξην τῷ πρὸς τοὺς Ἕλληνας πολέμῳ διεσπάσθαι.
というのも、エウアゴラスはキプロスのほぼ全土を手に入れており、アルタクセルクセスがギリシア人との戦争で気を取られていたため、強力な軍隊を集めていたからである。