§14.11.1τούτων δὲ πραττομένων Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀθηναῖον συλλαβὼν ἀνεῖλε, χαρίσασθαι βουλόμενος Λακεδαιμονίοις.
これらのことが行われている間に、ダレイオス王のサトラップであるファルナバゾスは、ラケダイモン人たちに取り入ろうとして、アテナイ人アルキビアデスを捕らえて殺害した。
τοῦ δʼ Ἐφόρου διʼ ἄλλας αἰτίας ἐπιβουλευθῆναι γεγραφότος, οὐκ ἄχρηστον εἶναι νομίζω παραθεῖναι τὴν παραδοθεῖσαν ὑπὸ τοῦ συγγραφέως ἐπιβουλὴν κατʼ Ἀλκιβιάδου.
しかし、エポロスは別の理由から彼に対して陰謀が企てられたと記しているので、私は、この歴史家によって伝えられているアルキビアデスに対する陰謀の経緯を提示することは無益ではないと考える。
§14.11.2φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον Κῦρον μὲν καὶ Λακεδαιμονίους λάθρᾳ παρασκευάζεσθαι ἅμα πολεμεῖν πρὸς Ἀρταξέρξην τὸν ἀδελφόν, Ἀλκιβιάδην δὲ διά τινων αἰσθόμενον τὴν Κύρου προαίρεσιν ἐλθεῖν πρὸς Φαρνάβαζον καὶ περὶ τούτων ἐξηγήσασθαι κατὰ μέρος, ἀξιῶσαι δὲ αὐτὸν δοῦναι ἀναβάσεως ὁδηγὸν πρὸς Ἀρταξέρξην·
というのも、彼は第十七巻の中で次のように述べているからである。 すなわち、キュロスとラケダイモン人たちは、キュロスの兄アルタクセルクセスに対して共同で戦争を仕掛けるために密かに準備を進めており、アルキビアデスはある人々を通じてキュロスの意図を察知すると、ファルナバゾスのもとを訪れてこれらについて詳細に説明し、アルタクセルクセスのもとへ内陸を上っていくための案内人を自分に与えるよう求めた。
βούλεσθαι γὰρ ἐμφανίσαι πρῶτον τὴν ἐπιβουλὴν τῷ βασιλεῖ.
彼は、王に対してその陰謀を最初に明らかにしたかったからである。
§14.11.3τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων, σφετερίσασθαι τὴν ἀπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῷ βασιλεῖ δηλώσοντας.
しかし、ファルナバゾスはその言葉を聞くと、その報告を自分の手柄にし、これらについて王に明らかにするために信頼できる部下たちを派遣した。
οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς Παφλαγονίας, ὅπως διʼ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν·
そして、ファルナバゾスが宮廷まで護送する案内人を与えようとしなかったため、アルキビアデスはパフラゴニアのサトラップのもとへ出発し、彼を通じて内陸への旅を行おうとした、と彼は記している。
τὸν δὲ Φαρνάβαζον φοβηθέντα μὴ περὶ τούτων ἀκούσῃ τὴν ἀλήθειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην.
そこで、ファルナバゾスは、王がこれらに関する真実を聞き知ることを恐れ、道中でアルキビアデスを殺害するための者たちを追跡して派遣した。
§14.11.4τοὺς δὲ καταλαβόντας αὐτὸν τῆς Φρυγίας ἔν τινι κώμῃ κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆθος·
その者たちは、フリュギアのある村で彼が宿営しているのを見つけ出すと、夜の間に彼の周囲に大量の薪を積み上げた。
ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι.
そして、大きな火が燃え上がったため、アルキビアデスは応戦しようとしたものの、火の勢いと彼に向けて投げられる槍に圧倒されて命を落とした。
§14.11.5περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Δημόκριτος ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα.
ほぼ同じ時期に、哲学者のデモクリトスも九十年の生涯を終えてこの世を去った。
Λασθένην δὲ τὸν Θηβαῖον τὸν νενικηκότα ταύτην τὴν Ὀλυμπιάδα λέγεται πρὸς ἵππον ἀθλητὴν δραμόντα νικῆσαι·
また、このオリンピア祭で優勝したテーバイ人ラステネスは、競走馬を相手に走ってこれに勝ったと言われている。
τὸν δὲ δρόμον ἀπὸ τῆς Κορωνείας μέχρι τῆς Θηβαίων πόλεως γενέσθαι.
その競走はコロネイアからテーバイの市街まで行われた。
§14.11.6κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίων φρουρούντων Ἔρρουκαν πόλιν Οὐόλσκων ἐπελθόντες οἱ πολέμιοι τῆς τε πόλεως ἐκράτησαν καὶ τῶν φρουρῶν τοὺς πλείστους ἀνεῖλαν.
一方イタリアでは、ローマ人がエルルカの街を警備していたところ、敵であるウォルスキ人が襲撃してその街を占領し、守備兵の大部分を殺害した。