§14.106.1ἐπὶ δὲ Ῥήγιον ἀναζεύξαντος αὐτοῦ, καὶ μετὰ τῆς δυνάμεως παρεσκευασμένου πολιορκεῖν διὰ τὴν περὶ τῆς ἐπιγαμίας ὕβριν, ἀγωνία πολλὴ κατεῖχε τοὺς Ῥηγίνους·
当他向雷吉翁进军,并因联姻引发的侮辱而准备率军包围该城时,雷吉翁人陷入了极大的恐慌之中。
οὔτε γὰρ συμμάχους οὔτε δύναμιν ἀξιόμαχον εἶχον, πρὸς δὲ τούτοις ᾔδεισαν ὅτι τῆς πόλεως ἁλούσης οὔτʼ ἔλεος οὔτε δέησις αὐτοῖς ἀπελείπετο.
因为他们既没有盟友,也没有足以交战的军队,此外他们深知,一旦城市陷落,他们既得不到任何怜悯,也没有申诉的余地。
§14.106.2διόπερ ἔκριναν ἀποστεῖλαι πρέσβεις τοὺς δεησομένους μετρίως αὐτοῖς χρήσασθαι καὶ παρακαλέσαι μηδὲν περὶ αὐτῶν ὑπὲρ ἄνθρωπον βουλεύσασθαι.
因此,他们决定派遣使者,请求他宽大对待他们,并恳求他不要对他们做出任何超出常人宽容限度的残酷决定。
§14.106.3ὁ δὲ Διονύσιος τριακόσια τάλαντα πραξάμενος καὶ τὰς ναῦς ἁπάσας παραλαβὼν οὔσας ἑβδομήκοντα, προσέταξεν ἑκατὸν ὁμήρους δοῦναι δοθέντων δὲ πάντων ἀνέζευξεν ἐπὶ Καυλωνίαν.
然而狄奥尼修斯勒索了三百塔兰同,并收缴了他们全部的七十艘船只,随后命令他们交出一百名人质。 当这一切都交付之后,他便率军前往考洛尼亚。
ταύτης δὲ τοὺς μὲν ἐνοικοῦντας εἰς Συρακούσας μετῴκισε καὶ πολιτείαν δοὺς πέντε ἔτη συνεχώρησεν ἀτελεῖς εἶναι, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς τὴν χώραν τῶν Καυλωνιατῶν ἐδωρήσατο.
他将该城的居民迁往叙拉古,并赋予他们公民权,允许他们免税五年;但他将该城夷为平地,并将考洛尼亚人的领地赠送给了洛克里人。
§14.106.4Ῥωμαῖοι δὲ Λιφοίκουαν πόλιν ἐκ τοῦ τῶν Αἰκῶν ἔθνους ἑλόντες, κατὰ τὰς τῶν ὑπάτων εὐχὰς μέγαν ἀγῶνα τῷ Διὶ συνετέλεσαν.
另一方面,罗马人从埃魁人的部落中夺取了里波伊夸城,并按照执政官们的誓愿,为宙斯举办了盛大的竞技会。