§14.105.1πολλῶν δʼ ἀναιρουμένων ἐν τῇ κατὰ τὸ πεδίον τροπῇ, κατέφυγε τὸ πλῆθος ἐπί τινα λόφον, ἐρυμνὸν μὲν ὄντα πρὸς τὴν πολιορκίαν, ἄνυδρον δὲ καὶ δυνάμενον ῥᾳδίως ὑπὸ τῶν πολεμίων φυλάττεσθαι.
在平原上的溃败中,许多人被杀,大批群众逃往一座山丘,这座山丘虽然易守难攻,但水源匮乏,且极易被敌人看守。
ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διηγρύπνησεν ἐν τοῖς ὅπλοις, ἐπιμελῶς ταῖς φυλακαῖς χρησάμενος.
狄奥尼修斯在山丘周围安营扎寨,那天白昼和夜晚都武装警戒、通宵未眠,并精心布置了哨兵。
τῇ δʼ ὑστεραίᾳ διὰ τὸ καῦμα καὶ τὴν ἀνυδρίαν οἱ συμπεφευγότες κακῶς ἀπήλλαττον.
第二天,由于炎热和缺水,逃到那里的群众处境变得极其悲惨。
§14.105.2ἐπικηρυκευσαμένων δʼ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασθαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποθέσθαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι.
当他们派使者向狄奥尼修斯求和,请求他接受赎金时,他在胜利中并未显得宽大,反而命令他们放下武器,向胜利者无条件投降。
σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν, ὡς δʼ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι.
由于这一命令十分苛刻,他们起初还坚持了一段时间,但当他们被生理极限所压垮时,在第八时左右,他们身体已极度虚弱,最终选择投降。
§14.105.3Διονύσιος δὲ λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ ἐδάφους ἠρίθμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων.
狄奥尼修斯拿了一根手杖,在地上敲击着,清点着走下山来的俘虏,人数超过了一万。
καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ θηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος· §14.105.4τούς τε γὰρ αἰχμαλώτους ἀφῆκεν αὐτεξουσίους χωρὶς λύτρων καὶ πρὸς τὰς πλείστας τῶν πόλεων εἰρήνην συνθέμενος ἀφῆκεν αὐτονόμους.
虽然大家都警惕着他那残暴的天性,但他相反却表现得比任何人都要仁慈:因为他免除赎金释放了俘虏,让他们获得自由,并与大多数城市缔结和约,让他们保持自治。
ἐπὶ δὲ τούτοις ἐπαίνου τυχὼν ὑπὸ τῶν εὖ παθόντων χρυσοῖς στεφάνοις ἐτιμήθη, καὶ σχεδὸν τοῦτʼ ἔδοξε πρᾶξειν ἐν τῷ ζῆν κάλλιστον.
因这些善行,他赢得了受惠者的赞美,被授予金冠,这几乎被视作他一生中所做过的最美好的功绩。