§14.105.1πολλῶν δʼ ἀναιρουμένων ἐν τῇ κατὰ τὸ πεδίον τροπῇ, κατέφυγε τὸ πλῆθος ἐπί τινα λόφον, ἐρυμνὸν μὲν ὄντα πρὸς τὴν πολιορκίαν, ἄνυδρον δὲ καὶ δυνάμενον ῥᾳδίως ὑπὸ τῶν πολεμίων φυλάττεσθαι.
平原での敗走において多くの者が殺される中、大勢の群衆はある丘へと逃げ込んだ。 その丘は包囲戦に対しては堅固であったが、水がなく、敵によって容易に監視されうる場所であった。
ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διηγρύπνησεν ἐν τοῖς ὅπλοις, ἐπιμελῶς ταῖς φυλακαῖς χρησάμενος.
ディオニュシオスはその周りに陣を張り、その日一日と夜の間、入念に歩哨を配置して、武装したまま不眠で過ごした。
τῇ δʼ ὑστεραίᾳ διὰ τὸ καῦμα καὶ τὴν ἀνυδρίαν οἱ συμπεφευγότες κακῶς ἀπήλλαττον.
翌日、暑さと水不足のため、そこに逃げ込んだ者たちは悲惨な状態に陥った。
§14.105.2ἐπικηρυκευσαμένων δʼ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασθαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποθέσθαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι.
彼らがディオニュシオスに軍使を送り、身代金を受け取るよう懇願した時、彼は成功に際して寛大ではなく、武器を置いて勝者に身を委ねるよう命じた。
σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν, ὡς δʼ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι.
この命令は過酷なものであったため、彼らはしばらくの間耐え忍んでいたが、肉体的な限界に圧倒されると、第八時あたりで、すでに身体も衰弱しきって降伏した。
§14.105.3Διονύσιος δὲ λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ ἐδάφους ἠρίθμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων.
ディオニュシオスは杖を手に取って地面を叩き、下りてくる捕虜たちを数えたが、その数は一万人を超えていた。
καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ θηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος·
誰もが彼の残虐な本性を警戒していたが、それとは反対に、彼はすべての人に対して極めて寛大であることを示した。
§14.105.4τούς τε γὰρ αἰχμαλώτους ἀφῆκεν αὐτεξουσίους χωρὶς λύτρων καὶ πρὸς τὰς πλείστας τῶν πόλεων εἰρήνην συνθέμενος ἀφῆκεν αὐτονόμους.
なぜなら、彼は捕虜たちを身代金なしで自由の身にして釈放し、大半の都市と和平を結んで、それらを自律的なものとして残したからである。
ἐπὶ δὲ τούτοις ἐπαίνου τυχὼν ὑπὸ τῶν εὖ παθόντων χρυσοῖς στεφάνοις ἐτιμήθη, καὶ σχεδὸν τοῦτʼ ἔδοξε πρᾶξειν ἐν τῷ ζῆν κάλλιστον.
これらの行為により、恩恵を受けた人々から賛辞を浴びた彼は金の冠で栄誉を称えられ、これは彼の生涯においてほぼ最も美しい事績であると思われた。