Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.104.1-14.104.4

埃莱波罗斯河之战与希洛里斯阵亡

第 398 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯在埃莱波罗斯河附近突袭了由希洛里斯率领、人数稀少的先锋队并几乎将其全歼。匆忙赶来救援的意大利盟军因阵型散乱,并在得知希洛里斯的死讯后彻底溃败。

§14.104.1διανυσάντων δʼ αὐτῶν τὸ πλεῖστον τῆς ὁδοῦ καὶ στρατοπεδευσάντων πρὸς τὸν Ἐλέπορον ποταμόν, ἀνέζευξεν ὁ Διονύσιος ἀπὸ τῆς πόλεως καὶ συνήντα τοῖς Ἰταλιώταις.
当他们走完大部分路程并在埃莱波罗斯河旁安营扎寨时,狄奥尼修斯从城中拔营出发,前去迎击意大利人。
ὁ μὲν οὖν Ἕλωρις μετὰ τῶν ἀρίστων πεντακοσίων προηγεῖτο τῆς δυνάμεως, ὁ δὲ Διονύσιος ἔτυχε μὲν ἀπὸ τεσσαράκοντα σταδίων ἐστρατοπεδευκὼς τῶν ἐναντίων, διὰ δὲ τῶν κατασκόπων μαθὼν ἐγγὺς ὄντας τοὺς πολεμίους, ὄρθρου τὴν δύναμιν ἐγείρας προήγαγεν εἰς τοὔμπροσθεν.
此时,希洛里斯率领五百名精兵走在军队的最前方;而狄奥尼修斯碰巧已在距离敌军四十斯塔迪翁处驻扎,他通过侦察兵得知敌军已在附近,便在拂晓时分唤醒军队并向前推进。
§14.104.2ἅμα δʼ ἡμέρᾳ τοῖς περὶ τὸν Ἕλωριν ὀλίγοις οὖσιν ἀπαντήσας ἄφνω προσεμάχετο, καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν ἀνοχὴν οὐδʼ ἡντινοῦν ἐδίδου τοῖς πολεμίοις.
天亮时分,他突然遭遇了只有少数人在侧的希洛里斯一行并展开了攻击。 由于他的军队已经整顿就绪,他没有给敌军留出任何喘息的机会。
§14.104.3ὁ δʼ Ἕλωρις εἰς πολλὴν ἐμπεσὼν ἀπορίαν, αὐτὸς μὲν μεθʼ ὧν εἶχεν ὑπέστη τοὺς ἐπιφερομένους, τῶν δὲ φίλων τινὰς ἀπέστειλεν ἐπὶ τὸ στρατόπεδον, ἐπισπεῦσαι τὰ πλήθη παρακελευόμενος.
希洛里斯陷入极大的困境,他自己与身边的人一同抵抗袭来的敌军,同时派遣了几位朋友赶回营地,催促大部队速来。
ὧν ταχέως ποιησάντων τὸ προσταχθέν, οἱ μὲν Ἰταλιῶται πυθόμενοι τὸν στρατηγὸν καὶ τοὺς μετʼ αὐτοῦ κινδυνεύοντας δρομαῖοι παρῆσαν ἐπὶ τὴν βοήθειαν, ὁ δὲ Διονύσιος ἀθρόᾳ τῇ δυνάμει περιχυθεὶς τόν θʼ Ἕλωριν καὶ τοὺς μετʼ αὐτοῦ γενναίως ἀγωνισαμένους σχεδὸν ἅπαντας ἀνεῖλε.
这些朋友迅速执行了命令,意大利人得知将军和随行人员身处险境,便奔跑着前来救援。 然而,狄奥尼修斯用全军包围了他们,将希洛里斯以及同他一起英勇作战的部下几乎悉数歼灭。
§14.104.4τῶν δʼ Ἰταλιωτῶν σποράδην διὰ τὴν σπουδὴν ἐκβοηθούντων, οἱ Σικελιῶται τὰς τάξεις διαφυλάττοντες ῥᾳδίως τῶν πολεμίων περιεγίνοντο.
由于意大利人因行色匆忙而零散地赶来增援,保持着阵型的西西里人便轻易地压制了敌军。
οὐ μὴν ἀλλʼ ἐπὶ μέν τινα χρόνον οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπέμενον τὸν κίνδυνον, καίπερ ἑαυτῶν πολλοὺς ὁρῶντες ἀναιρουμένους· ὡς δὲ τὴν τοῦ στρατηγοῦ τελευτὴν ἐπύθοντο καὶ διὰ τὸν θόρυβον ἀλλήλοις ἐμπίπτοντες ἠλαττοῦντο μεγάλως, τότε δὴ τελέως ἀθυμήσαντες ἐτράπησαν.
尽管如此,意大利的希腊人仍在一段时间内坚持抵御危险,虽然亲眼目睹了同伴们死伤惨重;但当他们得知将军的死讯,并且由于混乱互相践踏而遭受重大损失时,他们最终彻底丧失斗志,开始溃逃。

词汇与语法注释

  1. 14.104.1ἔτυχε ... ἐστρατοπεδευκὼς — 动词 τυγχάνω 搭配补充性分词(此处为 στρατοπεδεύω 的完成式主动分词 ἐστρατοπεδευκὼς)的句型,意为“碰巧已经驻扎”。
  2. 14.104.1τῶν ἐναντίων — 属格表示分离的起点,修饰表示距离的介词短语 ἀπὸ τεσσαράκοντα σταδίων(相距四十斯塔迪翁)。
  3. 14.104.2διεσκευασμένην ἔχων — 动词 ἔχω 搭配完成式受动分词(来自 διασκευάζω)的迂回表达,强调动作完成后的状态持续(“使军队保持在整顿就绪的状态”)。
  4. 14.104.4οὐ μὴν ἀλλʼ — 惯用的转折词组,意为“然而”、“尽管如此”,用以承接上文的劣势,引入强烈的对比。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.104.1-14.104.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.104.1-14.104.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。