Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.103.1-14.103.6

狄奥尼修斯围攻考洛尼亚与希腊人结盟

第 397 段,共 723 段 · 希腊语

内容简介

叙拉古僭主狄奥尼修斯发动意大利远征并包围考洛尼亚,意大利希腊人随即以克罗托内为首集结联军,任命希洛里斯为将军前去解围。

§14.103.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀντίπατρος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος.
满一年之后,在雅典由安提帕特担任执政官,而在罗马,卢基乌斯·瓦莱里乌斯与奥卢斯·马利乌斯履行执政官职责。
περὶ δὲ τούτους τοὺς χρόνους Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης φανερῶς ἑαυτὸν ἀναδείξας ἐπὶ τὴν Ἰταλίαν στρατευσόμενον, μετὰ πλείστης δυνάμεως ὥρμησεν ἀπὸ Συρακουσῶν.
大约在此时,叙拉古的统治者狄奥尼修斯公开表明他将对意大利进军,率领极其庞大的军队自叙拉古出发。
§14.103.2εἶχε δὲ πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ναῦς δὲ μακρὰς μὲν τεσσαράκοντα, τὰς δὲ τὸν σῖτον κομιζούσας οὐκ ἐλάττους τριακοσίων.
他拥有两万多步兵、约三千骑兵、四十艘军舰以及不少于三百艘运粮船。
πεμπταῖος δὲ κατανύσας εἰς τὴν Μεσσήνην, αὐτὸς μὲν ἐν τῇ πόλει τὴν δύναμιν ἀνελάμβανε, Θεαρίδην δὲ τὸν ἀδελφὸν ἐπὶ τὰς Λιπαραίων νήσους ἀπέστειλε μετὰ νεῶν τριάκοντα· πεπυσμένος γὰρ ἦν δέκα ναῦς τῶν Ῥηγίνων περὶ ἐκείνους τοὺς τόπους οὔσας.
他在第五天抵达麦塞内,自己便在城中整顿军队并恢复体力,同时派他的弟弟塞阿里德斯率领三十艘船前往利帕里群岛;因为他已经打听到雷吉乌姆人的十艘船就在那些地方附近。
§14.103.3ὁ δὲ Θεαρίδης ἐκπλεύσας καὶ καταλαβὼν τὴν Ῥηγίνων δεκαναΐαν ἔν τισιν εὐθέτοις τόποις, αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσε καὶ ταχέως εἰς Μεσσήνην πρὸς Διονύσιον ἐπέστρεψε.
塞阿里德斯出航并在某些有利地点截获了雷吉乌姆人的十舰编队,将船只连同船员一同俘获,并迅速返回麦塞内交予狄奥尼修斯。
Διονύσιος δὲ τοὺς αἰχμαλώτους εἰς δεσμὰ καταθέμενος τοῖς Μεσσηνίοις ἔδωκε φυλάττειν, αὐτὸς δὲ περαιώσας τὴν δύναμιν εἰς Καυλωνίαν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ τὰς μηχανὰς προσερείσας πυκνὰς προσβολὰς ἐποιεῖτο.
狄奥尼修斯将俘虏关押,交给麦塞内人看守,而他自己则率领军队渡海抵达考洛尼亚并包围了该城,架起攻城器械发起了频繁的进攻。
§14.103.4οἱ δὲ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὡς ἐπύθοντο τὰς τοῦ Διονυσίου δυνάμεις περαιουμένας τὸν διείργοντα πορθμόν, καὶ αὐτοὶ στρατόπεδα συνήθροιζον.
在意大利的希腊人一旦听说狄奥尼修斯的军队正在渡过分隔两地的海峡,他们自己也开始集结军队。
τῆς δὲ τῶν Κροτωνιατῶν πόλεως μάλιστα πολυοχλουμένης καὶ πλείστους ἐχούσης Συρακοσίους φυγάδας, τούτοις τὴν ἡγεμονίαν τοῦ πολέμου παρέδωκαν·
由于克罗托内人的城市人口最稠密,且收容了最多的叙拉古流亡者,他们便将战争的主导权交给了克罗托内人。
§14.103.5οἱ δὲ Κροτωνιᾶται τὰς πανταχόθεν δυνάμεις ἀθροίσαντες στρατηγὸν Ἕλωριν τὸν Συρακόσιον εἵλοντο.
克罗托内人集结了来自各地的军队,推选叙拉古人希洛里斯为将军。
οὗτος δὲ πεφευγὼς Διονύσιον καὶ δοκῶν τόλμαν ἔχειν ἔμπρακτον, πιστότατα πρὸς τὸν τύραννον πολεμήσειν διὰ τὸ μῖσος ὑπείληπτο.
此人曾逃避狄奥尼修斯,被认为具有实干的胆识,因其对僭主的仇恨,被深信会以最忠诚的态度与僭主作战。
ὡς δὲ πάντες οἱ σύμμαχοι παρεγενήθησαν εἰς Κρότωνα, κατὰ τὴν ἑαυτοῦ προαίρεσιν Ἕλωρις διατάξας ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ Καυλωνίας· §14.103.6ἅμα γὰρ ἐνόμιζεν ἐπιφανεὶς λύσειν τὴν πολιορκίαν, ἅμα δὲ καταπεπονημένους τοὺς πολεμίους ὑπὸ τῶν καθʼ ἡμέραν προσβολῶν διαγωνιεῖσθαι.
当所有的同盟军都到达克罗托内后,希洛里斯按照自己的计划部署完毕,率领全军向考洛尼亚进发;因为他认为,一方面自己一旦出现就能解围,另一方面也可以与因每日进攻而疲惫不堪的敌军一决胜负。
εἶχε δὲ τοὺς ἅπαντας πεζοὺς μὲν περὶ δισμυρίους πεντακισχιλίους, ἱππεῖς δὲ περὶ δισχιλίους.
他总共拥有大约两万五千步兵和约二千骑兵。

词汇与语法注释

  1. §14.103.1ἑαυτὸν ἀναδείξας ἐπὶ τὴν Ἰταλίαν στρατευσόμενον — 未来分词 `στρατευσόμενον,` 表示意图或目的,修饰(或作为补充成分)分词 `ἀναδείξας` 的直接宾语 `ἑαυτόν`(宾格)。意为“公开表明自己意图对意大利进军”。
  2. §14.103.2πεμπταῖος — 表示时间或顺序的形容词作副词使用的典型用法,表示动作发生的时间(“在第五天”)。
  3. §14.103.2πεπυσμένος γὰρ ἦν δέκα ναῦς τῶν Ῥηγίνων περί ἐκείνους τοὺς τόπους οὔσας — 表示知觉或认知的过去完成时 `πεπυσμένος ἦν`(源自 `πυνθάνομαι`)带有一个由宾格主语(`δέκα ναῦς`)和补充性分词(`οὔσας`)组成的宾格分词结构。意为“因为他听说十艘船在那些地方附近”。
  4. §14.103.5πιστότατα πρὸς τὸν τύραννον πολεμήσειν διὰ τὸ μῖσος ὑπείληπτο — 虽然 `ὑπείληπτο`(`ὑπολαμβάνω` 的过去完成时被动语态)是单数第三人称,但在这里它对主语 `οὗτος`(希洛里斯)作个人结构(personal construction)使用,而非无人称结构(“人们相信……”)。因此,其结构为“他被认为会最忠诚地作战”。
  5. §14.103.6ἅμα γὰρ ἐνόμιζεν ἐπιφανεὶς λύσειν τὴν πολιορκίαν, ἅμα δὲ ... διαγωνιεῖσθαι — 通过 `ἅμα ... ἅμα δέ` 结构并列了两个意图。主格分词 `ἐπιφανείς`(“出现”),与主句动词 `ἐνόμιζεν` 的主语一致,修饰了不定式 `λύσειν`(“解围”)和 `διαγωνιεῖσθαι`(“交战”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.103.1-14.103.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.103.1-14.103.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。