§14.104.1διανυσάντων δʼ αὐτῶν τὸ πλεῖστον τῆς ὁδοῦ καὶ στρατοπεδευσάντων πρὸς τὸν Ἐλέπορον ποταμόν, ἀνέζευξεν ὁ Διονύσιος ἀπὸ τῆς πόλεως καὶ συνήντα τοῖς Ἰταλιώταις.
彼らが道の大部分を進み、エレポロス川の近くに陣を張った時、ディオニュシオスは都市から陣を引き払い、イタリア人たちを迎え撃つために進んだ。
ὁ μὲν οὖν Ἕλωρις μετὰ τῶν ἀρίστων πεντακοσίων προηγεῖτο τῆς δυνάμεως, ὁ δὲ Διονύσιος ἔτυχε μὲν ἀπὸ τεσσαράκοντα σταδίων ἐστρατοπεδευκὼς τῶν ἐναντίων, διὰ δὲ τῶν κατασκόπων μαθὼν ἐγγὺς ὄντας τοὺς πολεμίους, ὄρθρου τὴν δύναμιν ἐγείρας προήγαγεν εἰς τοὔμπροσθεν.
一方、ヘロリスは精鋭五百人とともに軍勢の先頭を進んでいた。 ディオニュシオスはたまたま敵から四十スタディオン離れた場所に陣を張っていたが、偵察兵によって敵が近くにいることを知ると、夜明けに軍勢を起こして前方へと進めた。
§14.104.2ἅμα δʼ ἡμέρᾳ τοῖς περὶ τὸν Ἕλωριν ὀλίγοις οὖσιν ἀπαντήσας ἄφνω προσεμάχετο, καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν ἀνοχὴν οὐδʼ ἡντινοῦν ἐδίδου τοῖς πολεμίοις.
夜明けとともに、彼は少数の者たちといたヘロリスの一行に遭遇し、不意に攻撃を仕掛けた。 そして、自らの軍勢を戦闘隊形に整えていたため、敵にいかなる猶予も与えなかった。
§14.104.3ὁ δʼ Ἕλωρις εἰς πολλὴν ἐμπεσὼν ἀπορίαν, αὐτὸς μὲν μεθʼ ὧν εἶχεν ὑπέστη τοὺς ἐπιφερομένους, τῶν δὲ φίλων τινὰς ἀπέστειλεν ἐπὶ τὸ στρατόπεδον, ἐπισπεῦσαι τὰ πλήθη παρακελευόμενος.
ヘロリスは大きな困難に陥り、自らは手元にいた者たちとともに襲いかかる敵に立ち向かったが、友人の何人かを陣営へと派遣し、本隊を急がせるよう命じた。
ὧν ταχέως ποιησάντων τὸ προσταχθέν, οἱ μὲν Ἰταλιῶται πυθόμενοι τὸν στρατηγὸν καὶ τοὺς μετʼ αὐτοῦ κινδυνεύοντας δρομαῖοι παρῆσαν ἐπὶ τὴν βοήθειαν, ὁ δὲ Διονύσιος ἀθρόᾳ τῇ δυνάμει περιχυθεὶς τόν θʼ Ἕλωριν καὶ τοὺς μετʼ αὐτοῦ γενναίως ἀγωνισαμένους σχεδὸν ἅπαντας ἀνεῖλε.
彼らが命じられたことを速やかに行うと、イタリア人たちは将軍と彼とともにいる者たちが危険にさらされていることを知って、駆け足で救援にやってきた。 しかし、ディオニュシオスは全軍で包囲し、ヘロリスと、勇敢に戦った彼の部下たちのほぼ全員を殺害した。
§14.104.4τῶν δʼ Ἰταλιωτῶν σποράδην διὰ τὴν σπουδὴν ἐκβοηθούντων, οἱ Σικελιῶται τὰς τάξεις διαφυλάττοντες ῥᾳδίως τῶν πολεμίων περιεγίνοντο.
イタリア人たちは急ぐあまりに散りぢりに救援に駆けつけたため、シケリア人たちは陣形を維持したまま、容易に敵を制圧していった。
οὐ μὴν ἀλλʼ ἐπὶ μέν τινα χρόνον οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπέμενον τὸν κίνδυνον, καίπερ ἑαυτῶν πολλοὺς ὁρῶντες ἀναιρουμένους·
とはいえ、イタリアのギリシア人たちはしばらくの間、多くの仲間が殺されるのを目にしながらも、危険に耐え忍んでいた。
ὡς δὲ τὴν τοῦ στρατηγοῦ τελευτὴν ἐπύθοντο καὶ διὰ τὸν θόρυβον ἀλλήλοις ἐμπίπτοντες ἠλαττοῦντο μεγάλως, τότε δὴ τελέως ἀθυμήσαντες ἐτράπησαν.
しかし将軍の死を知り、また混乱によって互いに衝突しあって大打撃を被るに及んで、ついに完全に意気消沈して敗走した。