Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.102.1-14.102.4

莱普提涅斯解救希腊人与缔结和约

第 396 段,共 723 段 · 希腊语

内容简介

狄奥尼修斯的弟弟莱普提涅斯解救了被卢卡尼亚人击败的意大利希腊人并促成和平,但这违背了狄奥尼修斯的意图。同时,罗马人分配了土地并与邻近部落发生冲突。

§14.102.1τῶν δʼ Ἑλλήνων ἀνελπίστως τηλικούτῳ περιεχομένων κινδύνῳ, κατέβαινον εἰς τὸ πεδίον οἱ βάρβαροι.
当希腊人出乎意料地陷入如此巨大的危险中时,蛮族人走下平原。
γενομένης δὲ παρατάξεως, καὶ τῶν Ἰταλιωτῶν καταπολεμηθέντων ὑπὸ τοῦ πλήθους τῶν Λευκανῶν, ἔπεσον μὲν πλείους τῶν μυρίων· παρήγγελλον γὰρ οἱ Λευκανοὶ μηθένα ζωγρεῖν·
双方排好阵势,意大利希腊人在卢卡尼亚人的人海战术下战败,战死者达万余人;因为卢卡尼亚人曾下令不留俘虏。
τῶν δὲ λοιπῶν οἱ μὲν ἐπί τινα πρὸς τῇ θαλάσσῃ λόφον ἔφυγον, οἱ δὲ θεωροῦντες ναῦς μακρὰς προσπλεούσας καὶ νομίζοντες τὰς τῶν Ῥηγίνων εἶναι, συνέφυγον εἰς τὴν θάλασσαν καὶ διενήχοντο ἐπὶ τὰς τριήρεις.
其余的人中,一部分人逃往靠近海边的一座山丘,另一部分人看到有军舰驶来,以为是雷吉乌姆人的船只,便一同逃入海中,向三列桨战船游去。
§14.102.2ἦν δὲ ὁ στόλος ὁ προσπλέων Διονυσίου τοῦ τυράννου, καὶ ναύαρχος ὑπῆρχεν αὐτῷ Λεπτίνης ὁ ἀδελφός, ἀπεσταλμένος τοῖς Λευκανοῖς ἐπὶ βοήθειαν.
\n 然而,驶来的船队属于僭主狄奥尼修斯,他的弟弟莱普提涅斯担任海军提督,被派来援助卢卡尼亚人。
ὁ μὲν οὖν Λεπτίνης δεξάμενος φιλανθρώπως τοὺς νηχομένους ὡς ἐπὶ τὴν γῆν ἀπεβίβασε καὶ ἔπεισε τοὺς Λευκανοὺς ὑπὲρ ἑκάστου τῶν αἰχμαλώτων λαβεῖν ἀργυρίου μνᾶν· οὗτοι δʼ ἦσαν τὸν ἀριθμὸν ὑπὲρ τοὺς χιλίους.
于是莱普提涅斯友好地接待了这些游泳的人,让他们登岸,并说服卢卡尼亚人对每个俘虏收取一米纳白银;这些俘虏在数量上超过了一千人。
§14.102.3γενόμενος δὲ τῶν χρημάτων ἐγγυητὴς καὶ διαλλάξας τοὺς Ἰταλιώτας τοῖς Λευκανοῖς ἔπεισεν εἰρήνην ποιήσασθαι, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Ἰταλιώταις, συμφερόντως αὑτῷ, οὐ λυσιτελῶς δὲ Διονυσίῳ συντεθεικὼς τὸν πόλεμον.
\n 莱普提涅斯成为了这笔资金的担保人,并使意大利希腊人与卢卡尼亚人和解,说服他们缔结和平;他在意大利希腊人中赢得了极大的赞誉,但他结束这场战争的方式,虽然对自己有利,对狄奥尼修斯却无益。
ἤλπιζε γὰρ ὁ Διονύσιος τῶν Ἰταλιωτῶν πολεμούντων πρὸς Λευκανοὺς ἐπελθὼν ῥᾳδίως ἂν κρατῆσαι τῶν κατʼ Ἰταλίαν πραγμάτων, ἀπολελυμένων δὲ τηλικούτου πολέμου δυσχερῶς ἂν περιγενέσθαι.
因为狄奥尼修斯本希望,在意大利希腊人与卢卡尼亚人交战时,他可以通过进攻轻易掌握意大利的局势,但如果他们从如此重大的战争中解脱出来,他就很难战胜他们。
διόπερ τοῦτον μὲν ἀπήλλαξε τῆς ναυαρχίας, Θεαρίδην δὲ τὸν ἕτερον ἀδελφὸν ἡγεμόνα τοῦ στόλου κατέστησεν.
因此,狄奥尼修斯免去了他的海军提督职务,任命另一个弟弟塞阿里德斯为船队指挥官。
§14.102.4τούτων δὲ πραχθέντων Ῥωμαῖοι τὴν τῶν Οὐεξίων χώραν κατεκληρούχησαν, κατʼ ἄνδρα δόντες πλέθρα τέτταρα, ὡς δέ τινες, εἴκοσι ὀκτώ· καὶ πρὸς μὲν Αἰκούσους διαπολεμοῦντες Λίφλον πόλιν κατὰ κράτος εἷλον, Οὐελιτρίνων δʼ ἀποστάντων πόλεμον πρὸς αὐτοὺς ἐνεστήσαντο.
\n 这些事情发生后,罗马人分配了维伊人的土地,每人分得四普勒特隆,有人说二十八普勒特隆;在与埃魁人的战争中,他们用武力攻占了利弗鲁姆城,在维利特赖人叛乱时,他们对他们发动了战争。
ἀπέστη δὲ καὶ Σάτρικον ἀπὸ Ῥωμαίων, καὶ εἰς Κερκίους ἀποικίαν ἀπέστειλαν.
萨特里库姆也背叛了罗马人,他们向塞尔凯伊派遣了殖民地。

词汇与语法注释

  1. 14.102.1τῶν δʼ Ἑλλήνων ... περιεχομένων — 属格绝对结构。现在被动分词表示希腊人处于危险之中的状态与主句未完成过去时动词(κατέβαινον)的动作同时发生。
  2. 14.102.3τῶν Ἰταλιωτῶν πολεμούντων ... ἀπολελυμένων δὲ — 两个对比鲜明的属格绝对结构。前者(现在分词)和后者(完成被动分词)分别表示假设的/条件性的状态(“如果处于战争中”对“如果解脱出来”),修饰接下来的潜在不定式。
  3. 14.102.3ἂν κρατῆσαι ... ἂν περιγενέσθαι — 依赖于 ἤλπιζε 的不定式子句。加入小词 ἂν 表示潜在可能性(“可以轻易掌握” / “将难以战胜”)。第二个不定式 περιγενέσθαι 共享前面的 ἂν。
  4. 14.102.4κατʼ ἄνδρα δόντες — 与主句主语 Ῥωμαῖοι(罗马人)一致的一致分词。介词短语“κατʼ ἄνδρα”起分配作用,意为“每人”或“按人头”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.102.1-14.102.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.102.1-14.102.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。