Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.103.1-14.103.6

ディオニュシオスのカウロニア包囲とギリシア人の連合

397 / 723 箇所 · ギリシア語

要旨

シラクサイの僭主ディオニュシオスがイタリア遠征を開始しカウロニアを包囲すると、イタリアのギリシア人はクロトンを中心に連合軍を結成し、ヘロリスを将軍として救援に向かわせた。

§14.103.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχεν Ἀντίπατρος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος.
一年が経過すると、アテナイではアンティパトロスがアルコンとなり、ローマではルキウス・ウァレリウスとアウルス・マッリウスが執政官の職務を行っていた。
περὶ δὲ τούτους τοὺς χρόνους Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης φανερῶς ἑαυτὸν ἀναδείξας ἐπὶ τὴν Ἰταλίαν στρατευσόμενον, μετὰ πλείστης δυνάμεως ὥρμησεν ἀπὸ Συρακουσῶν.
この頃、シュラクサイの支配者ディオニュシオスは、イタリアへ遠征することを公に示し、非常に多くの軍勢を率いてシュラクサイから出発した。
§14.103.2εἶχε δὲ πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ναῦς δὲ μακρὰς μὲν τεσσαράκοντα, τὰς δὲ τὸν σῖτον κομιζούσας οὐκ ἐλάττους τριακοσίων.
彼は歩兵を二万人以上、騎兵を約三千人、そして軍船を四十隻、食糧を運ぶ輸送船を三百隻以上率いていた。
πεμπταῖος δὲ κατανύσας εἰς τὴν Μεσσήνην, αὐτὸς μὲν ἐν τῇ πόλει τὴν δύναμιν ἀνελάμβανε, Θεαρίδην δὲ τὸν ἀδελφὸν ἐπὶ τὰς Λιπαραίων νήσους ἀπέστειλε μετὰ νεῶν τριάκοντα·
五日目にメッセネに到着すると、自身は市内で軍隊を休息させていたが、弟のテアリデスを三十隻の船とともにリパラ島へと派遣した。
πεπυσμένος γὰρ ἦν δέκα ναῦς τῶν Ῥηγίνων περὶ ἐκείνους τοὺς τόπους οὔσας.
レギオン人の十隻の船がそれらの場所の周辺にいることを、聞き知っていたからである。
§14.103.3ὁ δὲ Θεαρίδης ἐκπλεύσας καὶ καταλαβὼν τὴν Ῥηγίνων δεκαναΐαν ἔν τισιν εὐθέτοις τόποις, αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσε καὶ ταχέως εἰς Μεσσήνην πρὸς Διονύσιον ἐπέστρεψε.
一方テアリデスは出帆し、好都合ないくつかの場所でレギオン人の十隻の艦隊を見つけ、乗組員ごと船を拿捕して、速やかにメッセネのディオニュシオスのところへ引き返した。
Διονύσιος δὲ τοὺς αἰχμαλώτους εἰς δεσμὰ καταθέμενος τοῖς Μεσσηνίοις ἔδωκε φυλάττειν, αὐτὸς δὲ περαιώσας τὴν δύναμιν εἰς Καυλωνίαν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ τὰς μηχανὰς προσερείσας πυκνὰς προσβολὰς ἐποιεῖτο.
ディオニュシオスは捕虜たちを投獄し、メッセネ人に監視させるために引き渡したが、自身は軍勢を渡海させてカウロニアを包囲し、攻城兵器を押し当てて激しい攻撃を繰り返した。
§14.103.4οἱ δὲ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὡς ἐπύθοντο τὰς τοῦ Διονυσίου δυνάμεις περαιουμένας τὸν διείργοντα πορθμόν, καὶ αὐτοὶ στρατόπεδα συνήθροιζον.
イタリアのギリシア人たちは、ディオニュシオスの軍勢が隔てている海峡を渡っていると知ると、彼ら自身も軍勢を集めた。
τῆς δὲ τῶν Κροτωνιατῶν πόλεως μάλιστα πολυοχλουμένης καὶ πλείστους ἐχούσης Συρακοσίους φυγάδας, τούτοις τὴν ἡγεμονίαν τοῦ πολέμου παρέδωκαν·
クロトン人の都市が最も人口が多く、またシュラクサイからの亡命者を最も多く抱えていたので、彼らはこの都市の者たちに戦争の指揮権を委ねた。
§14.103.5οἱ δὲ Κροτωνιᾶται τὰς πανταχόθεν δυνάμεις ἀθροίσαντες στρατηγὸν Ἕλωριν τὸν Συρακόσιον εἵλοντο.
そこでクロトン人は各地からの軍勢を集め、シュラクサイ人のヘロリスを将軍に選んだ。
οὗτος δὲ πεφευγὼς Διονύσιον καὶ δοκῶν τόλμαν ἔχειν ἔμπρακτον, πιστότατα πρὸς τὸν τύραννον πολεμήσειν διὰ τὸ μῖσος ὑπείληπτο.
彼はディオニュシオスから逃亡しており、実効的な勇気を持っていると思われていたため、その憎しみゆえに、僭主に対して最も忠実に戦うであろうと考えられていた。
ὡς δὲ πάντες οἱ σύμμαχοι παρεγενήθησαν εἰς Κρότωνα, κατὰ τὴν ἑαυτοῦ προαίρεσιν Ἕλωρις διατάξας ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ Καυλωνίας·
同盟者全員がクロトンに到着すると、ヘロリスは自らの計画に従って陣形を整え、全軍を率いてカウロニアに向かって進撃した。
§14.103.6ἅμα γὰρ ἐνόμιζεν ἐπιφανεὶς λύσειν τὴν πολιορκίαν, ἅμα δὲ καταπεπονημένους τοὺς πολεμίους ὑπὸ τῶν καθʼ ἡμέραν προσβολῶν διαγωνιεῖσθαι.
なぜなら、彼は自らが現れることで包囲を解くことができると同時に、毎日の攻撃によって疲弊した敵と戦うことができると考えていたからである。
εἶχε δὲ τοὺς ἅπαντας πεζοὺς μὲν περὶ δισμυρίους πεντακισχιλίους, ἱππεῖς δὲ περὶ δισχιλίους.
彼の率いる全軍は、歩兵が約二万五千人、騎兵が約二千人であった。

語釈・文法注

  1. §14.103.1ἑαυτὸν ἀναδείξας ἐπὶ τὴν Ἰταλίαν στρατευσόμενον — 未来分詞 `στρατευσόμενον` は、移動や軍事行動の意図あるいは目的を示し、動詞 `ἀναδείξας` の直接目的語 `ἑαυτόν`(対格)を修飾(補足)している。「自らがイタリアへと遠征する意図があることを明らかにして」の意。
  2. §14.103.2πεμπταῖος — 時間や順序を表す形容詞が、副詞的に用いられて動作の時間(「五日目に」)を表す典型的な用法。
  3. §14.103.2πεπυσμένος γὰρ ἦν δέκα ναῦς τῶν Ῥηγίνων περί ἐκείνους τοὺς τόπους οὔσας — 知覚あるいは認識を表す `πεπυσμένος ἦν`(`πυνθάνομαι` の過去完了)が、対格の主語(`δέκα ναῦς`)と補足的分詞(`οὔσας`)からなる対格不定詞に類する構文を従えている。「十隻の船が存在していることを聞いて知っていた」という意味になる。
  4. §14.103.5πιστότατα πρὸς τὸν τύραννον πολεμήσειν διὰ τὸ μῖσος ὑπείληπτο — `ὑπείληπτο`(`ὑπολαμβάνω` の過去完了受動)は三人称単数であるが、ここでは非人称的(「〜と考えられていた」)ではなく、主語 `οὗτος`(ヘロリス)に対する個人構文として機能している。つまり「彼は、最も忠実に戦うであろうと考えられていた」という構造になる。
  5. §14.103.6ἅμα γὰρ ἐνόμιζεν ἐπιφανεὶς λύσειν τὴν πολιορκίαν, ἅμα δὲ ... διαγωνιεῖσθαι — `ἅμα ... ἅμα δέ` の構成によって、二つの意図が並列されている。動詞 `ἐνόμιζεν` の主語と一致する主格分詞 `ἐπιφανείς`(「現れて」)が不定詞 `λύσειν`(「解くこと」)および `διαγωνιεῖσθαι`(「戦うこと」)に係っている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.103.1-14.103.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.103.1-14.103.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。