§14.102.1τῶν δʼ Ἑλλήνων ἀνελπίστως τηλικούτῳ περιεχομένων κινδύνῳ, κατέβαινον εἰς τὸ πεδίον οἱ βάρβαροι.
ギリシア人が予期せずこれほど大きな危険に囲まれる中、野蛮人たちは平原へと下ってきた。
γενομένης δὲ παρατάξεως, καὶ τῶν Ἰταλιωτῶν καταπολεμηθέντων ὑπὸ τοῦ πλήθους τῶν Λευκανῶν, ἔπεσον μὲν πλείους τῶν μυρίων·
陣形が整い、イタリアのギリシア人がルカニア人の多勢に圧倒されて敗北すると、一万人以上が戦死した。
παρήγγελλον γὰρ οἱ Λευκανοὶ μηθένα ζωγρεῖν·
ルカニア人が誰も生け捕りにするなと命じたからである。
τῶν δὲ λοιπῶν οἱ μὲν ἐπί τινα πρὸς τῇ θαλάσσῃ λόφον ἔφυγον, οἱ δὲ θεωροῦντες ναῦς μακρὰς προσπλεούσας καὶ νομίζοντες τὰς τῶν Ῥηγίνων εἶναι, συνέφυγον εἰς τὴν θάλασσαν καὶ διενήχοντο ἐπὶ τὰς τριήρεις.
残りの者のうち、ある者は海に近いある丘へと逃れ、またある者は、軍船が近づいてくるのを見て、それがレギオン人のものだと思い、海に逃げ込んで三段櫂船へと泳いで行った。
§14.102.2ἦν δὲ ὁ στόλος ὁ προσπλέων Διονυσίου τοῦ τυράννου, καὶ ναύαρχος ὑπῆρχεν αὐτῷ Λεπτίνης ὁ ἀδελφός, ἀπεσταλμένος τοῖς Λευκανοῖς ἐπὶ βοήθειαν.
\n だが、近づいてくる艦隊は僭主ディオニュシオスの(もの)であり、彼の弟レプティネスがその提督を務め、ルカニア人を救援するために派遣されていた。
ὁ μὲν οὖν Λεπτίνης δεξάμενος φιλανθρώπως τοὺς νηχομένους ὡς ἐπὶ τὴν γῆν ἀπεβίβασε καὶ ἔπεισε τοὺς Λευκανοὺς ὑπὲρ ἑκάστου τῶν αἰχμαλώτων λαβεῖν ἀργυρίου μνᾶν·
そこでレプティネスは泳いでいる人々を親切に迎え入れて上陸させ、捕虜一人につき銀一ミナを受け取るようルカニア人を説得した。
οὗτοι δʼ ἦσαν τὸν ἀριθμὸν ὑπὲρ τοὺς χιλίους.
これらの捕虜は、その数において千人を超えていた。
§14.102.3γενόμενος δὲ τῶν χρημάτων ἐγγυητὴς καὶ διαλλάξας τοὺς Ἰταλιώτας τοῖς Λευκανοῖς ἔπεισεν εἰρήνην ποιήσασθαι, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Ἰταλιώταις, συμφερόντως αὑτῷ, οὐ λυσιτελῶς δὲ Διονυσίῳ συντεθεικὼς τὸν πόλεμον.
\n レプティネスは身代金の保証人となり、イタリアのギリシア人とルカニア人を和解させて平和条約を結ぶよう説得した。 そしてイタリアのギリシア人の間で大いに歓迎されたが、この戦争を自分にとっては有利に、しかしディオニュシオスにとっては不利益になるようにまとめ上げたのである。
ἤλπιζε γὰρ ὁ Διονύσιος τῶν Ἰταλιωτῶν πολεμούντων πρὸς Λευκανοὺς ἐπελθὼν ῥᾳδίως ἂν κρατῆσαι τῶν κατʼ Ἰταλίαν πραγμάτων, ἀπολελυμένων δὲ τηλικούτου πολέμου δυσχερῶς ἂν περιγενέσθαι.
というのも、ディオニュシオスは、イタリアのギリシア人がルカニア人と交戦中であれば、自らが攻め入ることでイタリアの情勢を容易に掌握できると期待していたが、これほど大きな戦争から彼らが解放されてしまえば、彼らを制圧するのは困難になると考えていたからである。
διόπερ τοῦτον μὲν ἀπήλλαξε τῆς ναυαρχίας, Θεαρίδην δὲ τὸν ἕτερον ἀδελφὸν ἡγεμόνα τοῦ στόλου κατέστησεν.
それゆえ、ディオニュシオスは彼を提督の職から罷免し、もう一人の弟テアリデスを艦隊の指揮官に任命した。
§14.102.4τούτων δὲ πραχθέντων Ῥωμαῖοι τὴν τῶν Οὐεξίων χώραν κατεκληρούχησαν, κατʼ ἄνδρα δόντες πλέθρα τέτταρα, ὡς δέ τινες, εἴκοσι ὀκτώ·
\n これらのことが行われた後、ローマ人はウェイイ人の領土を分配し、一人につき四プレトロン、ある人々によれば二十八プレトロンを与えた。
καὶ πρὸς μὲν Αἰκούσους διαπολεμοῦντες Λίφλον πόλιν κατὰ κράτος εἷλον, Οὐελιτρίνων δʼ ἀποστάντων πόλεμον πρὸς αὐτοὺς ἐνεστήσαντο.
またアイクイ人との戦争を継続して、リプルムの街を力ずくで攻略し、ウェリトラエ人が反乱を起こすと彼らに対して戦争を開始した。
ἀπέστη δὲ καὶ Σάτρικον ἀπὸ Ῥωμαίων, καὶ εἰς Κερκίους ἀποικίαν ἀπέστειλαν.
サトリクムもローマ人から離反し、彼らはシルケイイに植民市を派遣した。