§14.101.1μετὰ δὲ ταῦτα Λευκανῶν τὴν Θουρίαν καταδραμόντων οἱ Θούριοι παρήγγειλαν τοῖς συμμάχοις κατὰ τάχος ἀπαντᾶν μετὰ τῶν ὅπλων· αἱ γὰρ κατὰ τὴν Ἰταλίαν Ἑλληνίδες πόλεις ἐν ταῖς συνθήκαις εἶχον οὕτως, ἵνʼ ἥτις ἂν ὑπὸ τῶν Λευκανῶν λεηλατηθῇ χώρα, πρὸς ταύτην ἅπαντες παραβοηθῶσιν· ἧς δʼ ἂν πόλεως μὴ καταστῇ τὸ στρατόπεδον ἐπὶ τὴν βοήθειαν, τεθνάναι τοὺς ἐκείνης τῆς πόλεως στρατηγούς.
此后,在卢卡尼亚人袭击图里伊的领地时,图里伊人通知盟友们迅速武装集结;因为意大利的希腊城市在协定中规定,无论哪块领地遭到卢卡尼亚人的掠夺,所有人都要前往该地援助,而未派遣军队参与救援的城市,其将军将被处以死刑。
§14.101.2διόπερ τῶν Θουρίων τοὺς βιβλιαφόρους ἀποστειλάντων ἐπὶ τὰς πόλεις πρὸς τὴν τῶν πολεμίων παρουσίαν, ἅπαντες παρεσκευάζοντο πρὸς τὴν ἀνάζευξιν.
因此,当图里伊人派遣信使前往各城市通报敌人的到来时,所有人都在准备出征。
αὐτοὶ δὲ προεξαναστάντες ταῖς ὁρμαῖς καὶ τὸ τῶν συμμάχων πλῆθος οὐκ ἀναμείναντες, ἀνέζευξαν ἐπὶ τοὺς Λευκανούς, ἔχοντες πεζοὺς μὲν πλείους τῶν μυρίων τετρακισχιλίων, ἱππεῖς δὲ σχεδὸν χιλίους.
然而,他们自己却因急躁而提前出发,没有等待盟军的大部队,便向卢卡尼亚人进军,他们拥有万余名步兵和近千名骑兵。
§14.101.3καὶ Λευκανοὶ μὲν ἀκούσαντες τὴν τῶν πολεμίων ἔφοδον ἀπεχώρησαν εἰς τὴν ἰδίαν χώραν· οἱ δὲ Θούριοι κατὰ σπουδὴν ἐμβαλόντες εἰς τὴν Λευκανίαν, τὸ μὲν πρῶτον φρούριον ἐξεῖλον, καὶ πολλῆς ὠφελείας κυριεύσαντες καθαπερεὶ δέλεαρ ἔλαβον τῆς ἑαυτῶν ἀπωλείας.
卢卡尼亚人听说敌军逼近,便撤回了自己的领地;但图里伊人急于攻入卢卡尼亚,攻陷了第一个堡垒,并在获取了大量战利品后,得到了仿佛是导致其自身毁灭的诱饵。
φρονηματισθέντες γὰρ ἐπὶ τῷ προτερήματι καταπεφρονηκότως διά τινων στενῶν καὶ ἀποκρήμνων ὁδῶν ἐπορεύθησαν, βουλόμενοι Λᾶον πόλιν εὐδαίμονα πολιορκῆσαι.
因为他们因一时的胜利而骄傲自大,大意地穿过一些狭窄险峻的道路,企图包围繁荣的拉奥斯城。
§14.101.4ἐπειδὴ δὲ παρεγενήθησαν εἴς τι πεδίον κύκλῳ λόφοις ὑψηλοῖς καὶ κρημνοῖς περιειλημμένον, ἐνταῦθα οἱ Λευκανοὶ πάσῃ τῇ δυνάμει διέκλεισαν αὐτοὺς τῆς ἐπὶ τὰς πατρίδας ἐπανόδου.
当他们来到一片四周被险峻高山包围的平原时,卢卡尼亚人以全军切断了他们返回家乡的退路。
παράδοξον δʼ ἐπὶ τῷ λόφῳ καὶ φανερὰν ποιήσαντες τὴν ἑαυτῶν ἐπιφάνειαν ἐξέπληξαν τοὺς Ἕλληνας διά τε τὸ μέγεθος τοῦ στρατοπέδου καὶ τὴν τῶν τόπων δυσχωρίαν· εἶχον γὰρ Λευκανοὶ τότε πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους τετρακισχιλίων.
卢卡尼亚人在山上出人意料地显露身影,因其军队的庞大规模和地形的险恶,使希腊人陷入恐慌;因为当时卢卡尼亚人拥有三万步兵和不少于四千的骑兵。