§14.101.1μετὰ δὲ ταῦτα Λευκανῶν τὴν Θουρίαν καταδραμόντων οἱ Θούριοι παρήγγειλαν τοῖς συμμάχοις κατὰ τάχος ἀπαντᾶν μετὰ τῶν ὅπλων·
この後、ルカニア人がトゥリオイの領土を襲撃したため、トゥリオイ人は同盟諸都市に対し、武装して速やかに救援に赴くよう告げた。
αἱ γὰρ κατὰ τὴν Ἰταλίαν Ἑλληνίδες πόλεις ἐν ταῖς συνθήκαις εἶχον οὕτως, ἵνʼ ἥτις ἂν ὑπὸ τῶν Λευκανῶν λεηλατηθῇ χώρα, πρὸς ταύτην ἅπαντες παραβοηθῶσιν· ἧς δʼ ἂν πόλεως μὴ καταστῇ τὸ στρατόπεδον ἐπὶ τὴν βοήθειαν, τεθνάναι τοὺς ἐκείνης τῆς πόλεως στρατηγούς.
イタリアのギリシア人都市の間では、ルカニア人によっていずれかの領土が略奪された場合、全員がその領土へ救援に赴き、もし救援に軍勢を派遣しなかった都市があれば、その都市の将軍たちは死刑に処されるという条約が結ばれていたからである。
§14.101.2διόπερ τῶν Θουρίων τοὺς βιβλιαφόρους ἀποστειλάντων ἐπὶ τὰς πόλεις πρὸς τὴν τῶν πολεμίων παρουσίαν, ἅπαντες παρεσκευάζοντο πρὸς τὴν ἀνάζευξιν.
それゆえ、トゥリオイ人が敵の到来を告げるために書状の伝令を諸都市に派遣すると、誰もが撤収の準備を整えた。
αὐτοὶ δὲ προεξαναστάντες ταῖς ὁρμαῖς καὶ τὸ τῶν συμμάχων πλῆθος οὐκ ἀναμείναντες, ἀνέζευξαν ἐπὶ τοὺς Λευκανούς, ἔχοντες πεζοὺς μὲν πλείους τῶν μυρίων τετρακισχιλίων, ἱππεῖς δὲ σχεδὸν χιλίους.
しかし彼ら自身は性急に先んじて出発し、同盟軍の到着を待つことなくルカニア人に向かって進軍した。 彼らは歩兵一万四千人以上、騎兵およそ千人を擁していた。
§14.101.3καὶ Λευκανοὶ μὲν ἀκούσαντες τὴν τῶν πολεμίων ἔφοδον ἀπεχώρησαν εἰς τὴν ἰδίαν χώραν·
ルカニア人は敵の接近を聞くと自分たちの領土へと退却した。
οἱ δὲ Θούριοι κατὰ σπουδὴν ἐμβαλόντες εἰς τὴν Λευκανίαν, τὸ μὲν πρῶτον φρούριον ἐξεῖλον, καὶ πολλῆς ὠφελείας κυριεύσαντες καθαπερεὶ δέλεαρ ἔλαβον τῆς ἑαυτῶν ἀπωλείας.
しかしトゥリオイ人は急いでルカニアに侵入し、最初の砦を攻略して多くの戦利品を手に入れたが、それは彼らの破滅を誘ういわば餌となった。
φρονηματισθέντες γὰρ ἐπὶ τῷ προτερήματι καταπεφρονηκότως διά τινων στενῶν καὶ ἀποκρήμνων ὁδῶν ἐπορεύθησαν, βουλόμενοι Λᾶον πόλιν εὐδαίμονα πολιορκῆσαι.
彼らはこの最初の勝利に高慢になり、不注意にも狭く険しい道を進んでいき、繁栄している都市ラオスを包囲しようとした。
§14.101.4ἐπειδὴ δὲ παρεγενήθησαν εἴς τι πεδίον κύκλῳ λόφοις ὑψηλοῖς καὶ κρημνοῖς περιειλημμένον, ἐνταῦθα οἱ Λευκανοὶ πάσῃ τῇ δυνάμει διέκλεισαν αὐτοὺς τῆς ἐπὶ τὰς πατρίδας ἐπανόδου.
彼らが周囲を高い崖のある丘に囲まれた平原に到着すると、ルカニア人は全軍をもって彼らが祖国へ退却する道を遮断した。
παράδοξον δʼ ἐπὶ τῷ λόφῳ καὶ φανερὰν ποιήσαντες τὴν ἑαυτῶν ἐπιφάνειαν ἐξέπληξαν τοὺς Ἕλληνας διά τε τὸ μέγεθος τοῦ στρατοπέδου καὶ τὴν τῶν τόπων δυσχωρίαν·
そして丘の上に不意に姿を現すことで、軍勢の大きさと地形の困難さによってギリシア人を恐怖に陥れた。
εἶχον γὰρ Λευκανοὶ τότε πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους τετρακισχιλίων.
当時、ルカニア人は歩兵三万人、騎兵四千人を下らない軍勢を擁していたからである。