Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §14.100.1-14.100.5

狄奥尼修斯进攻雷吉翁与因风暴撤退

第 394 段,共 723 段 · 希腊语

内容简介

叙拉古僭主狄奥尼修斯对南意大利的雷吉翁发动进攻,但因雷吉翁人的抵抗和突如其来的猛烈风暴而遭受惨重损失,被迫撤退。

§14.100.1κατὰ δὲ τὴν Σικελίαν ὁ τῶν Συρακοσίων τύραννος Διονύσιος σπεύδων τῇ κατὰ τὴν νῆσον δυναστείᾳ καὶ τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι, τὴν μὲν ἐπʼ ἐκείνους κοινὴν στρατείαν εἰς ἕτερον καιρὸν ἀνεβάλετο, κρίνας δὲ συμφέρειν ἐπιχειρεῖν πρώτῃ τῇ τῶν Ῥηγίνων πόλει διὰ τὸ προπολεμητήριον αὐτὴν εἶναι τῆς Ἰταλίας, ὥρμησεν ἐκ Συρακουσῶν μετὰ τῆς δυνάμεως.
在西西里,叙拉古的僭主狄奥尼修斯急于确立对该岛的统治并争取意大利的希腊人,便将针对他们的联合远征推迟到另一个时机。 但他认为首先进攻雷吉翁人的城市是有利的,因为该城是意大利的防壁,于是率领军队从叙拉古出发。
§14.100.2εἶχε δὲ πεζοὺς μὲν δισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δʼ ἑκατὸν εἴκοσι.
他拥有两万名步兵、一千名骑兵和一百二十艘船只。
περαιώσας δὲ τὴν δύναμιν ἐπὶ τοὺς ὅρους τῆς Λοκρίδος, ἐκεῖθεν διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιεῖτο, τέμνων καὶ πυρπολῶν τὴν τῶν Ῥηγίνων χώραν· συμπαρέπλευσε δὲ καὶ ὁ στόλος ἐπὶ θάτερα μέρη τῆς θαλάττης, καὶ πάσῃ τῇ δυνάμει περὶ τὸν πορθμὸν κατεστρατοπέδευσεν.
他将军队运送到洛克里斯的边境后,从那里穿过内陆行军,一路蹂躏并焚烧雷吉翁人的领地;与此同时,舰队也沿着海洋的另一侧航行,他率领全军在海峡附近驻扎下来。
§14.100.3οἱ δʼ Ἰταλοὶ πυθόμενοι τὴν τοῦ Διονυσίου διάβασιν ἐπὶ τὸ Ῥήγιον, ἀπέστειλαν ἐκ Κρότωνος ναῦς ἑξήκοντα, σπεύδοντες παραδοῦναι τοῖς Ῥηγίνοις.
意大利的希腊人获悉狄奥尼修斯渡海前往雷吉翁,便从克罗托内派遣了六十艘船只,急于将其交付给雷吉翁人。
μετεώρων δὲ πλεουσῶν αὐτῶν ὁ Διονύσιος πεντήκοντα ναῦς ἔχων ἐπέπλευσε, καὶ φυγόντων αὐτῶν ἐπὶ τὴν γῆν οὐδὲν ἧττον ἐπέκειτο, καὶ συνδήσας ἀπέσπα τὰς παρορμούσας τῇ γῇ.
当这些船只在海面上航行时,狄奥尼修斯率领五十艘船发起袭击,尽管它们向陆地逃去,但他仍旧紧追不舍,并将停泊在岸边的船只系住拖走。
§14.100.4κινδυνευουσῶν δὲ τῶν ἑξήκοντα τριήρων ἁλῶναι Ῥηγῖνοι πανδημεὶ παρεβοήθησαν, καὶ ἀπὸ τῆς γῆς τῷ πλήθει τῶν βελῶν ἀνεῖρξαν τὸν Διονύσιον.
在这六十艘三段舵船面临被俘的危险时,雷吉翁人全员出动进行救援,并从陆地上用大量的投射武器阻挡了狄奥尼修斯。
ἐπιγενομένων δὲ πνευμάτων μεγάλων οἱ μὲν Ῥηγῖνοι τὰς ναῦς ἀνείλκυσαν ἐπὶ τὴν γῆν, Διονύσιος δʼ ἰσχυρῶς χειμασθεὶς ἑπτὰ ναῦς ἀπώλεσε καὶ σὺν αὐταῖς ἄνδρας οὐκ ἐλάττους χιλίων πεντακοσίων.
随后,大风暴袭来,雷吉翁人将船只拉上陆地,而狄奥尼修斯则因遭受猛烈风暴而损失了七艘船,以及随船的不少于一千五百人。
§14.100.5τούτων δʼ ἅμα ταῖς ναυσὶν ἐκβρασθέντων ἐπὶ τὴν Ῥηγίνην, οἱ Ῥηγῖνοι πολλοὺς τῶν ναυτῶν ἐζώγρησαν.
随着这些人和船只一同被冲上雷吉翁的海岸,雷吉翁人俘虏了许多水手。
Διονύσιος δʼ ἐπὶ πεντήρους πλέων, καὶ πολλάκις παρʼ ὀλίγον ἐλθὼν ὑποβρύχιος, μόγις περὶ μέσας νύκτας εἰς τὸν ἐν Μεσσήνῃ λιμένα κατέφυγεν.
狄奥尼修斯乘坐一艘五段舵船航行,数次险些沉没,直到半夜时分才艰难地逃入美塞涅的港口。
ἤδη δὲ καὶ τῆς χειμερινῆς ὥρας ἐνισταμένης οὗτος μὲν πρὸς Λευκανοὺς συμμαχίαν ποιησάμενος ἀπήγαγε τὰς δυνάμεις εἰς Συρακούσας.
由于冬季已经来临,他与卢卡尼亚人结成同盟,并将军队撤回了叙拉古。

词汇与语法注释

  1. 14.100.1σπεύδων τῇ κατὰ τὴν νῆσον δυναστείᾳ καὶ τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι — 分词`σπεύδων`并列支配了两个语法范畴不同的补足语:与格名词短语`τῇ κατὰ τὴν νῆσον δυναστείᾳ`(渴望……)和不定式从句`τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι`(争取……)。
  2. 14.100.1διὰ τὸ προπολεμητήριον αὐτὴν εἶναι τῆς Ἰταλίας — 表示原因的前置词`διὰ`后接带冠词的不定式从句`τὸ...εἶναι`(对格不定式结构)。`αὐτὴν`是不定式的逻辑主语(对格),而`προπολεμητήριον`是作表语的对格补足语。
  3. 14.100.3μετεώρων δὲ πλεουσῶν αὐτῶν — 独立分词(属格绝对)结构。代词`αũτῶν`指代从克罗托内派遣的“六十艘船”。形容词`μετέωρος`在此作表语性使用,意为“在冲绳(公海)航行”。
  4. 14.100.5παρʼ ὀλίγον ἐλθὼν ὑποβρύχιος — 惯用语`παρʼ ὀλίγον ἐλθεῖν`意为“差一点就……”。结合主格形容词`ὑποβρύχιος`(水面下的、沉没的),表示“几乎要处于沉没状态”,即“险些沉没”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §14.100.1-14.100.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.100.1-14.100.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。