Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §14.100.1-14.100.5

ディオニュシオスのレギオン攻撃と嵐による撤退

394 / 723 箇所 · ギリシア語

要旨

シュラクサイの僭主ディオニュシオスは、南イタリアのレギオンを攻撃するが、レギオン市民の抵抗と突如発生した激しい嵐によって大打撃を受け、撤退を余儀なくされる。

§14.100.1κατὰ δὲ τὴν Σικελίαν ὁ τῶν Συρακοσίων τύραννος Διονύσιος σπεύδων τῇ κατὰ τὴν νῆσον δυναστείᾳ καὶ τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι, τὴν μὲν ἐπʼ ἐκείνους κοινὴν στρατείαν εἰς ἕτερον καιρὸν ἀνεβάλετο, κρίνας δὲ συμφέρειν ἐπιχειρεῖν πρώτῃ τῇ τῶν Ῥηγίνων πόλει διὰ τὸ προπολεμητήριον αὐτὴν εἶναι τῆς Ἰταλίας, ὥρμησεν ἐκ Συρακουσῶν μετὰ τῆς δυνάμεως.
シケリアにおいては、シュラクサイの僭主ディオニュシオスが、島における支配権を確立することと、イタリアのギリシア人たちを味方に引き入れることを急ぎ望んでいたが、彼らに対する共同の遠征は別の機会に延期した。 しかし、レギオンの市がイタリアの防壁となっているため、そこに最初に攻撃を加えることが有益であると判断し、軍勢を率いてシュラクサイから出撃した。
§14.100.2εἶχε δὲ πεζοὺς μὲν δισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δʼ ἑκατὸν εἴκοσι.
彼は歩兵二万人、騎兵千人、船百二十隻を擁していた。
περαιώσας δὲ τὴν δύναμιν ἐπὶ τοὺς ὅρους τῆς Λοκρίδος, ἐκεῖθεν διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιεῖτο, τέμνων καὶ πυρπολῶν τὴν τῶν Ῥηγίνων χώραν·
軍勢をロクリスの国境へと渡らせると、そこから内陸を通って進軍し、レギオン人の領土を荒らし焼き払いながら進んだ。
συμπαρέπλευσε δὲ καὶ ὁ στόλος ἐπὶ θάτερα μέρη τῆς θαλάττης, καὶ πάσῃ τῇ δυνάμει περὶ τὸν πορθμὸν κατεστρατοπέδευσεν.
一方、艦隊も海のもう一方の側を並行して航行し、全軍をもって海峡の付近に陣を敷いた。
§14.100.3οἱ δʼ Ἰταλοὶ πυθόμενοι τὴν τοῦ Διονυσίου διάβασιν ἐπὶ τὸ Ῥήγιον, ἀπέστειλαν ἐκ Κρότωνος ναῦς ἑξήκοντα, σπεύδοντες παραδοῦναι τοῖς Ῥηγίνοις.
イタリアのギリシア人たちは、ディオニュシオスがレギオンへと渡海したことを知ると、クロトンから六十隻の船を派遣し、レギオン人に引き渡そうと急いだ。
μετεώρων δὲ πλεουσῶν αὐτῶν ὁ Διονύσιος πεντήκοντα ναῦς ἔχων ἐπέπλευσε, καὶ φυγόντων αὐτῶν ἐπὶ τὴν γῆν οὐδὲν ἧττον ἐπέκειτο, καὶ συνδήσας ἀπέσπα τὰς παρορμούσας τῇ γῇ.
それらの船が沖合を航行しているとき、ディオニュシオスは五十隻の船を率いて襲いかかった。 それらが陸に向かって逃げたものの、彼はなおも追撃し、陸の近くに停泊していた船を縛って引きずり出した。
§14.100.4κινδυνευουσῶν δὲ τῶν ἑξήκοντα τριήρων ἁλῶναι Ῥηγῖνοι πανδημεὶ παρεβοήθησαν, καὶ ἀπὸ τῆς γῆς τῷ πλήθει τῶν βελῶν ἀνεῖρξαν τὸν Διονύσιον.
その六十隻の三段櫂船が拿捕される危険に瀕したため、レギオンの市民は総出で救援に駆けつけ、陸から大量の投射兵器によってディオニュシオスを阻んだ。
ἐπιγενομένων δὲ πνευμάτων μεγάλων οἱ μὲν Ῥηγῖνοι τὰς ναῦς ἀνείλκυσαν ἐπὶ τὴν γῆν, Διονύσιος δʼ ἰσχυρῶς χειμασθεὶς ἑπτὰ ναῦς ἀπώλεσε καὶ σὺν αὐταῖς ἄνδρας οὐκ ἐλάττους χιλίων πεντακοσίων.
その後、強い嵐が発生したため、レギオン人は船を陸に引き揚げたが、ディオニュシオスは激しい嵐に襲われて七隻の船を失い、それとともに千五百人を下らない男たちを失った。
§14.100.5τούτων δʼ ἅμα ταῖς ναυσὶν ἐκβρασθέντων ἐπὶ τὴν Ῥηγίνην, οἱ Ῥηγῖνοι πολλοὺς τῶν ναυτῶν ἐζώγρησαν.
これらの人々が船とともにレギオンの領土に漂着したため、レギオン人は多くの船員を生け捕りにした。
Διονύσιος δʼ ἐπὶ πεντήρους πλέων, καὶ πολλάκις παρʼ ὀλίγον ἐλθὼν ὑποβρύχιος, μόγις περὶ μέσας νύκτας εἰς τὸν ἐν Μεσσήνῃ λιμένα κατέφυγεν.
ディオニュシオスは五段櫂船に乗って航行していたが、何度も沈没しかけながら、真夜中頃にようやくメッセネの港に逃げ込んだ。
ἤδη δὲ καὶ τῆς χειμερινῆς ὥρας ἐνισταμένης οὗτος μὲν πρὸς Λευκανοὺς συμμαχίαν ποιησάμενος ἀπήγαγε τὰς δυνάμεις εἰς Συρακούσας.
すでに冬の季節が始まっていたため、彼はルカニア人と同盟を結び、軍勢をシュラクサイへと引き揚げさせた。

語釈・文法注

  1. 14.100.1σπεύδων τῇ κατὰ τὴν νῆσον δυναστείᾳ καὶ τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι — 分詞`σπεύδων`は、与格の名詞句`τῇ κατὰ τὴν νῆσον δυναστείᾳ`(〜を熱望して)と、不定詞句`τοὺς κατʼ Ἰταλίαν Ἕλληνας προσλαβέσθαι`(〜を味方に引き入れることを)という異なる文法的カテゴリーの補語を並列的に統治している。
  2. 14.100.1διὰ τὸ προπολεμητήριον αὐτὴν εἶναι τῆς Ἰταλίας — 原因を表す前置詞`διὰ`に、冠詞付きの不定詞節`τὸ...εἶναι`(対格不定詞構文)が続いている。`αὐτὴν`は不定詞の意味上の主語(対格)であり、`προπολεμητήριον`は主格補語のように働く対格の補語である。
  3. 14.100.3μετεώρων δὲ πλεουσῶν αὐτῶν — 独立分詞(属格絶対)の構造。代名詞`αὐτῶν`は、クロトンから派遣された「六十隻の船」を指す。形容詞`μετέωρος`は、ここでは「沖合を航行している」という副詞的な意味で用いられている。
  4. 14.100.5παρʼ ὀλίγον ἐλθὼν ὑποβρύχιος — `παρʼ ὀλίγον ἐλθεῖν`は「もう少しで〜するところである」を意味する慣用的な表現。主格の形容詞`ὑποβρύχιος`(水面下の)と組み合わさり、「もう少しで沈没する状態に至る」、すなわち「沈没寸前になる」という意味を表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §14.100.1-14.100.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:14.100.1-14.100.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。