Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.90.1-13.90.7

阿克拉加斯陷落与蒂迈欧史论评骘

第 269 段,共 723 段 · 希腊语

内容简介

记述了迦太基将军伊米尔卡斯占领阿克拉加斯以及富豪特利亚斯在神庙中壮烈自焚的事迹,随后通过纠正历史学家蒂迈欧否定法拉里斯之牛存在的错误,探讨了历史编纂中追求真实与准确的原则。

§13.90.1ὁ δʼ Ἰμίλκας ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐντὸς τῶν τειχῶν παρεισαγαγὼν σχεδὸν ἅπαντας τοὺς ἐγκαταλειφθέντας ἀνεῖλεν· ὅτε δὴ καὶ τοὺς ἐν τοῖς ναοῖς καταπεφευγότας ἀποσπῶντες οἱ Καρχηδόνιοι ἀνῄρουν.
而伊米尔卡斯在黎明时分将军队带入城墙内,杀死了几乎所有被留下的人;当时,迦太基人甚至将逃入神庙的人强行拉出并予以杀害。
§13.90.2λέγεται δὲ τὸν Τελλίαν τὸν πρωτεύοντα τῶν πολιτῶν πλούτῳ καὶ καλοκἀγαθίᾳ συνατυχῆσαι τῇ πατρίδι, βουληθέντα καταφυγεῖν σύν τισιν ἑτέροις εἰς τὸ τῆς Ἀθηνᾶς ἱερόν, νομίζοντα τῆς εἰς θεοὺς παρανομίας ἀφέξεσθαι τοὺς Καρχηδονίους· θεωροῦντα δὲ αὐτῶν τὴν ἀσέβειαν, ἐμπρῆσαι τὸν νεὼν καὶ μετὰ τῶν ἐν τούτῳ ἀναθημάτων ἑαυτὸν συγκατακαῦσαι.
据说,在财富和德行上均居公民之首的特利亚斯与祖国共遭不幸。 他曾企图与一些人一同逃往雅典娜神庙,以为迦太基人会克制自己,不对神明犯下不法罪行;然而,当他看到他们的不敬之举时,便放火烧毁了神庙,并将自己与其中的奉纳物一同烧死。
μιᾷ γὰρ πράξει διελάμβανεν ἀφελέσθαι θεῶν ἀσέβειαν, πολεμίων ἁρπαγὰς πολλῶν χρημάτων, μέγιστον ἑαυτοῦ τὴν εἰς τὸ σῶμα ἐσομένην ὕβριν.
因为他认为,通过这单一的行动,他可以免除神明遭受不敬、敌人掠夺大量财富,以及最重要的是,使自己的身体免遭即将到来的凌辱。
§13.90.3ὁ δὲ Ἰμίλκας τὰ ἱερὰ καὶ τὰς οἰκίας συλήσας καὶ φιλοτίμως ἐρευνήσας, τοσαύτην ὠφέλειαν συνήθροισεν ὅσην εἰκός ἐστιν ἐσχηκέναι πόλιν οἰκουμένην ὑπὸ ἀνδρῶν εἴκοσι μυριάδων, ἀπόρθητον δὲ ἀπὸ τῆς κτίσεως γεγενημένην, πλουσιωτάτην δὲ σχεδὸν τῶν τότε Ἑλληνίδων πόλεων γεγενημένην, καὶ ταῦτα τῶν ἐν αὐτῇ φιλοκαλησάντων εἰς παντοίων κατασκευασμάτων πολυτέλειαν·
伊米尔卡斯掠夺了神庙和房屋,并进行了彻底搜寻,收集了如此之多的战利品,这正是一座拥有二十万居民、自建国以来从未被攻破、且在当时几乎是希腊最富庶的城市所应有的,尤其是因为城中的居民曾竭力追求各种陈设的奢华。
§13.90.4καὶ γὰρ γραφαὶ παμπληθεῖς ηὑρέθησαν εἰς ἄκρον ἐκπεπονημέναι καὶ παντοίων ἀνδριάντων φιλοτέχνως δεδημιουργημένων ὑπεράγων ἀριθμός.
事实上,这里发现了极多雕琢至臻完美的画作,以及数量惊人的、由名匠精心制作的各种雕像。
τὰ μὲν οὖν πολυτελέστατα τῶν ἔργων ἀπέστειλεν εἰς Καρχηδόνα, ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον, τὴν δʼ ἄλλην ὠφέλειαν ἐλαφυροπώλησεν.
因此,他将其中最昂贵的艺术品送往迦太基,其中也包括法拉里斯之牛,而其余的战利品则被拍卖。
§13.90.5τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς ἱστορίαις διαβεβαιωσάμενος μὴ γεγονέναι τὸ σύνολον, ὑπʼ αὐτῆς τῆς τύχης ἠλέγχθη· Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ διακοσίοις ἔτεσιν ἐκπορθήσας Καρχηδόνα τοῖς Ἀκραγαντίνοις μετὰ τῶν ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν Ἀκράγαντι.
关于这头公牛,蒂迈欧在历史著作中曾断言它根本不存在,但他却被命运本身拆穿了谎言;因为在这次陷落的大约二百六十年后,西庇阿攻占了迦太基,将这头公牛连同在迦太基人那里留存下来的其他物品一同归还给了阿克拉加斯人,而在这部历史撰写之时,这头公牛仍留在阿克拉加斯。
§13.90.6περὶ δὲ τούτου φιλοτιμότερον εἰπεῖν προήχθην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων πικρότατα κατηγορήσας καὶ συγγνώμην οὐδεμίαν τοῖς ἱστοριογράφοις ἀπολιπὼν αὐτὸς εὑρίσκεται σχεδιάζων, ἐν οἷς μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον.
我之所以决定对这一事件作较详尽的叙述,是因为蒂迈欧——他曾极度刻薄地指责他之前的著作者,并对历史学家们毫不留情——自己却被发现编造事实,而且恰恰是在他自称考证最精确的地方。
§13.90.7δεῖ γάρ, οἶμαι, τοὺς συγγραφεῖς ἐν μὲν τοῖς ἀγνοήμασι τυγχάνειν συγγνώμης, ὡς ἂν ἀνθρώπους ὄντας καὶ τῆς ἐν τοῖς παροιχομένοις χρόνοις ἀληθείας οὔσης δυσευρέτου, τοὺς μέντοι γε κατὰ προαίρεσιν οὐ τυγχάνοντας τοῦ ἀκριβοῦς προσηκόντως κατηγορίας τυγχάνειν, ὅταν κολακεύοντές τινας ἢ διʼ ἔχθραν πικρότερον προσβάλλοντες ἀποσφάλλωνται τῆς ἀληθείας.
因为我认为,著作者因无知而犯的错误应当获得宽恕,因为他们毕竟是人,且过去时代的真相难以寻觅;然而,那些故意偏离准确性的人理应受到谴责,因为他们或是为了阿谀奉承某些人,或是出于敌意而对他人进行过于刻薄的攻击,从而背离了真相。

词汇与语法注释

  1. 13.90.2διελάμβανεν ἀφελέσθαι — 动词 `διαλαμβάνω`(意为“心中判断、认为”)支配中动语态不定式 `ἀφελέσθαι`(源自 `ἀφαιρέω`,意为“为自己免除、避免”)。此结构表达了特利亚斯的主观意图,即通过自杀这一单一行为(`μιᾷ πράξει`),可以同时免除神庙受辱、财产被夺以及自身肉体遭受凌辱的厄运。
  2. 13.90.3καὶ ταῦτα τῶν ἐν αὐτῇ φιλοκαλησάντων — 连词性短语 `καὶ ταῦτα`(意为“尤其是、而且”)后接属格独立结构,分词 `φιλοκαλησάντων`(意为“爱好美/追求奢华”)以 `τῶν ἐν αὐτῇ`(城中居民)为逻辑主语。这一结构用以强调并补充说明该城市如此富庶的原因。
  3. 13.90.5τῶνδε τῶν ἱστοριῶν γραφομένων — 使用现在分词 `γραφόμενος` 的属格独立结构(意为“在撰写这部历史时”)。该时间分句表明,在狄奥多罗斯亲自执笔撰写本书的时代(公元前1世纪),法拉里斯之牛仍然存在于阿克拉加斯。
  4. 13.90.6εὑρίσκεται σχεδιάζων — 被动语态动词 `εὑρίσκεται`(意为“被发现”)与补语性分词 `σχεδιάζων`(意为“即兴编造、捏造事实”)的结合,与主语(蒂迈欧)保持一致。此结构表达了客观事实的暴露,即“他自己被发现正在捏造事实”。
  5. 13.90.7ὡς ἂν ἀνθρώπους ὄντας — 接续词 `ὡς` 连同助词 `ἄν` 以及宾格分词 `ὄντας`(与前文的 `τοὺς συγγραφεῖς` 一致)的组合。这是一个表示主观或推测性原因的惯用分词结构(意为“既然他们毕竟是人”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.90.1-13.90.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.90.1-13.90.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。