§13.90.1ὁ δʼ Ἰμίλκας ἅμα τῷ φωτὶ τὴν δύναμιν ἐντὸς τῶν τειχῶν παρεισαγαγὼν σχεδὸν ἅπαντας τοὺς ἐγκαταλειφθέντας ἀνεῖλεν·
他方、イミルカスは夜明けとともに軍勢を城壁の内側に導き入れ、取り残されていた者のほぼ全員を殺害した。
ὅτε δὴ καὶ τοὺς ἐν τοῖς ναοῖς καταπεφευγότας ἀποσπῶντες οἱ Καρχηδόνιοι ἀνῄρουν.
その時まさにカルタゴ人たちは、神殿に逃げ込んでいた人々をも引きずり出して殺害した。
§13.90.2λέγεται δὲ τὸν Τελλίαν τὸν πρωτεύοντα τῶν πολιτῶν πλούτῳ καὶ καλοκἀγαθίᾳ συνατυχῆσαι τῇ πατρίδι, βουληθέντα καταφυγεῖν σύν τισιν ἑτέροις εἰς τὸ τῆς Ἀθηνᾶς ἱερόν, νομίζοντα τῆς εἰς θεοὺς παρανομίας ἀφέξεσθαι τοὺς Καρχηδονίους·
ところで、富と卓越性において市民の筆頭であったテリアスは、祖国と不運を共にしたと伝えられている。 彼は他の幾人かと共にアテナの神殿に逃げ込もうとしたが、それはカルタゴ人たちが神々に対する不法行為を控えるだろうと考えたからであった。
θεωροῦντα δὲ αὐτῶν τὴν ἀσέβειαν, ἐμπρῆσαι τὸν νεὼν καὶ μετὰ τῶν ἐν τούτῳ ἀναθημάτων ἑαυτὸν συγκατακαῦσαι.
しかし、彼らの不敬虔な振る舞いを目にすると、神殿に火を放ち、その中の奉納物とともに自分自身を焼き尽くした。
μιᾷ γὰρ πράξει διελάμβανεν ἀφελέσθαι θεῶν ἀσέβειαν, πολεμίων ἁρπαγὰς πολλῶν χρημάτων, μέγιστον ἑαυτοῦ τὴν εἰς τὸ σῶμα ἐσομένην ὕβριν.
なぜなら、そうした一つの行為によって、神々に対する不敬、多くの財産に対する敵の略奪、そして最も重要なことには、自分の身体に加えられるであろう陵辱を免れることができると考えたからである。
§13.90.3ὁ δὲ Ἰμίλκας τὰ ἱερὰ καὶ τὰς οἰκίας συλήσας καὶ φιλοτίμως ἐρευνήσας, τοσαύτην ὠφέλειαν συνήθροισεν ὅσην εἰκός ἐστιν ἐσχηκέναι πόλιν οἰκουμένην ὑπὸ ἀνδρῶν εἴκοσι μυριάδων, ἀπόρθητον δὲ ἀπὸ τῆς κτίσεως γεγενημένην, πλουσιωτάτην δὲ σχεδὸν τῶν τότε Ἑλληνίδων πόλεων γεγενημένην, καὶ ταῦτα τῶν ἐν αὐτῇ φιλοκαλησάντων εἰς παντοίων κατασκευασμάτων πολυτέλειαν·
イミルカスは神殿や家々を略奪し、念入りに捜索して、これほど多くの戦利品を集めたが、それは20万人の人々によって居住され、建国以来一度も陥落したことがなく、当時のギリシアの都市の中でもほぼ最も富裕であり、とりわけ住民たちがあらゆる調度品の豪華さに情熱を注いでいたような都市が有していたにふさわしいものであった。
§13.90.4καὶ γὰρ γραφαὶ παμπληθεῖς ηὑρέθησαν εἰς ἄκρον ἐκπεπονημέναι καὶ παντοίων ἀνδριάντων φιλοτέχνως δεδημιουργημένων ὑπεράγων ἀριθμός.
実際、極限まで精巧に仕上げられた非常に多くの絵画や、技巧を凝らして作られたあらゆる種類の像が、途方もない数で見つかった。
τὰ μὲν οὖν πολυτελέστατα τῶν ἔργων ἀπέστειλεν εἰς Καρχηδόνα, ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον, τὴν δʼ ἄλλην ὠφέλειαν ἐλαφυροπώλησεν.
そこで彼は、これらの作品のうち最も高価なものをカルタゴへと送り、その中にはファラリスの雄牛も運ばれることになったが、その他の戦利品は競売にかけた。
§13.90.5τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς ἱστορίαις διαβεβαιωσάμενος μὴ γεγονέναι τὸ σύνολον, ὑπʼ αὐτῆς τῆς τύχης ἠλέγχθη·
この雄牛について、ティマイオスは歴史書の中でそもそも存在しなかったと断言していたが、運命そのものによって誤りを証明された。
Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ διακοσίοις ἔτεσιν ἐκπορθήσας Καρχηδόνα τοῖς Ἀκραγαντίνοις μετὰ τῶν ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν Ἀκράγαντι.
なぜなら、スキピオがこの陥落からほぼ260年後にカルタゴを攻略した際、カルタゴ人のもとに残っていた他のものとともに、アクラガス人たちにその雄牛を返還したからであり、その雄牛はこの歴史が書かれている時点でもアクラガスに存在していた。
§13.90.6περὶ δὲ τούτου φιλοτιμότερον εἰπεῖν προήχθην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων πικρότατα κατηγορήσας καὶ συγγνώμην οὐδεμίαν τοῖς ἱστοριογράφοις ἀπολιπὼν αὐτὸς εὑρίσκεται σχεδιάζων, ἐν οἷς μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον.
このことについて私がやや詳しく述べるに至ったのは、自分より前の歴史家たちをきわめて辛辣に非難し、歴史記述家たちに対して一切の容赦をしなかったティマイオス自身が、自ら事実を捏造しているのが見出されるからであり、しかもまさに彼が最も厳密に考証していると公言している点においてそうなのである。
§13.90.7δεῖ γάρ, οἶμαι, τοὺς συγγραφεῖς ἐν μὲν τοῖς ἀγνοήμασι τυγχάνειν συγγνώμης, ὡς ἂν ἀνθρώπους ὄντας καὶ τῆς ἐν τοῖς παροιχομένοις χρόνοις ἀληθείας οὔσης δυσευρέτου, τοὺς μέντοι γε κατὰ προαίρεσιν οὐ τυγχάνοντας τοῦ ἀκριβοῦς προσηκόντως κατηγορίας τυγχάνειν, ὅταν κολακεύοντές τινας ἢ διʼ ἔχθραν πικρότερον προσβάλλοντες ἀποσφάλλωνται τῆς ἀληθείας.
思うに、歴史家たちは無知による誤りについては容赦されるべきである。 人間である以上、また過ぎ去った時代の真実を見出すことは困難だからである。 しかしながら、意図的に正確さを欠いている人々は、当然非難されるべきである。 誰かに諂いたり、あるいは敵意から過酷に攻撃したりして、真実を踏み外すときには。