§13.76.1τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν Ἀντιγένης τὴν ἀρχὴν παρέλαβε, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Γάιον Μάνιον Αἰμίλιον καὶ Γάιον Οὐαλέριον.
在这一年的事务结束之际,在雅典,安提革涅斯接掌了官职,罗马人则任命盖乌斯·马尼乌斯·埃米利乌斯和盖乌斯·瓦莱里乌斯为执政官。
περὶ δὲ τούτους τοὺς χρόνους Κόνων ὁ τῶν Ἀθηναίων στρατηγός, ἐπειδὴ παρέλαβε τὰς δυνάμεις ἐν Σάμῳ, τάς τε παρούσας τῶν νεῶν ἐξηρτύετο καὶ τὰς παρὰτῶν συμμάχων ἤθροιζε, σπεύδων ἐφάμιλλον κατασκευάσαι τὸν στόλον ταῖς τῶν πολεμίων ναυσίν.
大约在这个时候,雅典人的将军科农在萨摩斯接管了军队,他开始装备现有的船只,并收集来自盟国的船只,急于使自己的舰队能够与敌人的船只匹敌。
§13.76.2οἱ δὲ Σπαρτιᾶται, τῷ Λυσάνδρῳ διεληλυθότος ἤδη τοῦ τῆς ναυαρχίας χρόνου, Καλλικρατίδην ἐπὶ τὴν διαδοχὴν ἀπέστειλαν.
而斯巴达人,由于莱桑德的舰队司令任期已经届满,派遣卡利克拉提达斯去接替他。
οὗτος δὲ νέος μὲν ἦν παντελῶς, ἄκακος δὲ καὶ τὴν ψυχὴν ἁπλοῦς, οὔπω τῶν ξενικῶν ἠθῶν πεπειραμένος, δικαιότατος δὲ Σπαρτιατῶν· ὁμολογουμένως δὲ καὶ κατὰ τὴν ἀρχὴν οὐδὲν ἔπραξεν ἄδικον οὔτʼ εἰς πόλιν οὔτʼ εἰς ἰδιώτην, ἀλλὰ καὶ τοῖς ἐπιχειροῦσιν αὐτὸν διαφθείρειν χρήμασι χαλεπῶς ἔφερε καὶ δίκην παρʼ αὐτῶν ἐλάμβανεν.
他非常年轻,天真且性格质朴,尚未体验过外国的风俗,是斯巴达人中最公正的人;众所周知,在他的任期内,他没有对任何城市或个人做过任何不义之事,不仅如此,对那些企图用金钱贿赂他的人,他还感到愤怒并惩罚了他们。
§13.76.3οὗτος καταπλεύσας εἰς Ἔφεσον παρέλαβε τὰς ναῦς, μεταπεμψάμενος δὲ καὶ τὰς παρὰ τῶν συμμάχων ναῦς τὰς πάσας σὺν ταῖς παρὰ Λυσάνδρου παρέλαβεν ἑκατὸν τεσσαράκοντα.
他航行到以弗所,接管了那些船只,并召集了来自盟国的船只,连同来自莱桑德的船只在内,他总共接管了一百四十艘。
ἐν δὲ τῇ Χίων χώρᾳ Δελφίνιον κατεχόντων Ἀθηναίων, ἐπὶ τούτους ἔπλευσε μετὰ πασῶν τῶν νεῶν, καὶ πολιορκεῖν ἐπεχείρησεν.
由于雅典人在希奥斯境内占领了德尔菲尼翁,他率领所有船只向他们航行,并企图围攻他们。
§13.76.4οἱ δʼ Ἀθηναῖοι περὶ πεντακοσίους ὄντες κατεπλάγησαν τὸ μέγεθος τῆς δυνάμεως, καὶ διεξελθόντες ἐξέλιπον τὸ χωρίον ὑπόσπονδοι.
雅典人大约有五百人,被这支力量的规模所吓倒,于是在协约下撤出并放弃了该地。
Καλλικρατίδας δὲ τὸ μὲν φρούριον παραλαβὼν κατέσκαψεν, ἐπὶ δὲ Τηίους πλεύσας, καὶ νυκτὸς παρεισπεσὼν ἐντὸς τῶν τειχῶν, διήρπασε τὴν πόλιν.
卡利克拉提达斯接管了该堡垒并将其彻底摧毁,随后向忒奥斯航行,在夜间潜入城墙内部,洗劫了该城。
§13.76.5μετὰ δὲ ταῦτα πλεύσας εἰς Λέσβον, τῇ Μηθύμνῃ προσέβαλε μετὰ τῆς δυνάμεως παρʼ Ἀθηναίων ἐχούσῃ φρουράν.
此后,他航行到莱斯博斯,率军进攻了拥有雅典守军的梅西姆纳。
ποιησάμενος δὲ συνεχεῖς προσβολὰς ἐν ἀρχῇ μὲν οὐδὲν ἤνυε, μετʼ ὀλίγον δέ τινων ἐνδόντων αὐτῷ τὴν πόλιν παρεισέπεσεν ἐντὸς τῶν τειχῶν, καὶ τὰς μὲν κτήσεις διήρπασε, τῶν δʼ ἀνδρῶν φεισάμενος ἀπέδωκε τοῖς Μηθυμναίοις τὴν πόλιν.
在进行了连续的进攻后,起初他毫无进展,但不久之后,一些人向他献出了城市,他便闯入城墙内部,洗劫了财物,但他宽恕了居民,将城市归还给了梅西姆纳人。
§13.76.6τούτων δὲ πραχθέντων ἐπὶ τὴν Μιτυλήνην ὥρμησε, καὶ τοὺς μὲν ὁπλίτας Θώρακι τῷ Λακεδαιμονίῳ παραδοὺς ἐκέλευσε πεζῇ κατὰ σπουδὴν ἐπείγεσθαι, ταῖς δὲ ναυσὶν αὐτὸς παρέπλευσεν.
这些事情办完后,他向米蒂利尼进发,将重装步兵交给了拉刻代蒙人托拉克斯,命令他们从陆路火速前进,而他自己则率领船只沿海岸航行。