§13.74.1ταχὺ δὲ τοῦ πλήθους πιστεύοντος ταῖς διαβολαῖς, ἡ μὲν περὶ Ἀλκιβιάδην ἐθραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, ὁ δὲ τῶν Ἀθηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις Ἐρασινίδην, Ἀριστοκράτην, Ἀρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, Ἀριστογένην·
由于民众迅速相信了这些毁谤,阿尔西比亚德斯的名望因海战中的挫败以及在库墨所犯的错误而破灭。 雅典民众对这个人的胆大妄为产生戒备,便选出了十位将军:科农、利西亚斯、迪奥梅东、伯里克利,此外还有埃拉西尼德斯、阿里斯托克拉特斯、阿尔凯斯特拉托斯、普罗托马科斯、色雷西布洛斯、阿里斯托格内斯。
ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρʼ Ἀλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον.
在这些人中,他们优先挑选了科农,迅速派他去从阿尔西比亚德斯手中接管舰队。
§13.74.2Ἀλκιβιάδης δὲ τῆς ἀρχῆς ἐκχωρήσας τῷ Κόνωνι καὶ τὰς δυνάμεις παραδούς, τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω, μετὰ δὲ τριήρους μιᾶς εἰς Πακτύην τῆς Θρᾴκης ἀπεχώρησε· χωρὶς γὰρ τῆς τοῦ πλήθους ὀργῆς καὶ τὰς ἐπενηνεγμένας αὐτῷ δίκας εὐλαβεῖτο.
阿尔西比亚德斯向科农让出指挥权并移交了军队,便放弃了返回雅典的打算,带着一艘三列桨战船撤退到了色雷斯的帕克提厄;因为除了民众的愤怒之外,他还在防备着针对他提出的诉讼。
§13.74.3πολλοὶ γὰρ θεωροῦντες αὐτὸν κακῶς φερόμενον ἐπενηνόχεισαν ἐγκλήματα πολλά· μέγιστον δʼ ἦν τὸ περὶ τῶν ἵππων, τετιμημένον ταλάντων ὀκτώ.
因为许多人看到他处境不妙,便提出了许多指控,其中最大的一项是关于那些价值被估为八塔兰同的马匹。
Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέθριππον εἰς Ὀλυμπίαν, ὁ Ἀλκιβιάδης κατὰ τὴν ἀπογραφὴν τὴν εἰωθυῖαν γίνεσθαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο, καὶ νικήσας τὸ τέθριππον τήν τʼ ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι.
因为他的一位朋友迪奥梅德斯曾与他一同将一辆四马战车送往奥林匹亚,而阿尔西比亚德斯在惯常进行的登记中,将这些马登记为自己所有,在四马战车获胜后,他自己夺取了因胜利而来的名望,并且没有将马匹归还给信任他的那个人。
§13.74.4ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες Ἀθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν· αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν.
考虑到所有这些事情,他确实害怕雅典人会趁机对他向他们所犯下的一切罪过施加惩罚;因此,他自己判处了自己流亡。