§13.67.1οὗτοι δὲ ὡς λύσοντες τὴν πολιορκίαν καὶ τὰς δυνάμεις ἀπάξοντες εἰς Ἰωνίαν δείλης ταῖς ναυσὶ πάσαις ἐξέπλευσαν, καὶ τὸ πεζὸν στράτευμα μέχρι τινὸς ἀπαγαγόντες, ὡς ἐπέλαβεν ἡ νύξ, πάλιν ὑπέστρεψαν καὶ περὶ μέσας νύκτας προσέμιξαν τῇ πόλει, καὶ τὰς μὲν τριήρεις ἀπέστειλαν προστάξαντες ἀφέλκειν τὰ πλοῖα καὶ κραυγὴν ποιεῖν, ὡς ἁπάσης ἐκεῖ τῆς δυνάμεως οὔσης, αὐτοὶ δὲ μετὰ τοῦ πεζοῦ στρατεύματος πρὸς τοῖς τείχεσιν ἐτήρουν τὸ συντεταγμένον παρὰ τῶν ἐνδιδόντων σύσσημον.
他们为了显得像是要解除围困并将军队撤往伊奥尼亚,在黄昏时分率领所有船只出航。 在将军队撤退到一定距离后,当夜幕降临,他们又折返回来,并在半夜左右接近了城市。 他们派出了三桅帆船,命令他们拖走船只并发出大声喧哗,装作全部军队都在那里的样子,而他们自己则率领陆军在城墙附近等待内鬼约定好的信号。
§13.67.2τῶν δʼ ἐν ταῖς τριήρεσι ποιησάντων τὸ προσταχθέν, καὶ τῶν πλοίων τὰ μὲν συντριβόντων ταῖς ἐμβολαῖς, τὰ δʼ ἀποσπᾶν πειρωμένων ταῖς σιδηραῖς χερσίν, ἔτι δὲ βοὴν ἐξαίσιον ποιούντων, οἱ μὲν κατὰ τὴν πόλιν ὄντες Πελοποννήσιοι καὶ πάντες οἱ τὴν ἀπάτην ἀγνοοῦντες ἐξεβοήθουν ἐπὶ τοὺς λιμένας.
三桅帆船上的人执行了命令,用冲角撞毁了一些船只,并企图用铁钩拖走另一些,此外还发出了巨大的喧哗声,城内的伯罗奔尼撒人以及所有不知道这一诡计的人,都纷纷冲向港口救援。
§13.67.3διόπερ οἱ τὴν πόλιν προδιδόντες ἦραν τὸ σύσσημον ἀπὸ τοῦ τείχους, καὶ παρεδέχοντο τοὺς περὶ τὸν Ἀλκιβιάδην διὰ τῶν κλιμάκων κατὰ πολλὴν ἀσφάλειαν, ὡς ἂν τοῦ πλήθους ἐπὶ τὸν λιμένα συνδεδραμηκότος.
因此,那些出卖城市的人在城墙上举起了信号,并在人群跑向港口的空隙,非常安全地通过梯子将阿尔西比亚德斯及其部属接了进来。
§13.67.4οἱ δὲ Πελοποννήσιοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον τοὺς ἡμίσεις ἐπὶ τοῦ λιμένος ἀπέλιπον, τοῖς δὲ λοιποῖς κατὰ σπουδὴν ἐξεβοήθουν ἐπὶ τὰ κατειλημμένα τείχη.
而伯罗奔尼撒人在得知发生的事情后,起初将半数人留在了港口,其余的人则急忙赶往已被占领的城墙进行救援。
§13.67.5ἤδη δὲ σχεδὸν πάσης τῆς δυνάμεως τῶν Ἀθηναίων παρεισπεπτωκυίας, ὅμως οὐ κατεπλάγησαν, ἀλλὰ πολὺν χρόνον ἀντιστάντες εὐρώστως τοὺς Ἀθηναίους ἠμύνοντο συναγωνιζομένων τῶν Βυζαντίων.
尽管雅典人的几乎全部军队都已经攻入城内,但他们依然没有惊慌,而是顽强抵抗了很久,挡住了雅典人,拜占庭人也与他们并肩作战。
καὶ πέρας οὐκ ἂν ἐκράτησαν Ἀθηναῖοι τῆς πόλεως διὰ μάχης, εἰ μὴ συννοήσας τὸν καιρὸν Ἀλκιβιάδης ἐκήρυξε μηδὲν ἀδίκημα ποιεῖν τοῖς Βυζαντίοις· οὕτω γὰρ οἱ πολιτικοὶ μεταβαλλόμενοι τοὺς Πελοποννησίους ἠμύνοντο.
最终,如果不是阿尔西比亚德斯察觉到了时机,宣告不对拜占庭人进行任何侵害,雅典人是无法通过战斗夺取这座城市的;因为由于这个宣告,市民们倒戈并开始攻击伯罗奔尼撒人。
§13.67.6ὅθεν οἱ πλεῖστοι μὲν αὐτῶν ἀνῃρέθησαν εὐγενῶς ἀγωνισάμενοι, οἱ δὲ περιλειφθέντες εἰς πεντακοσίους κατέφυγον πρὸς τοὺς ἐν τοῖς ἱεροῖς βωμούς.
因此,他们中的大多数人在英勇战斗后被杀,而幸存下来的大约五百人则逃到了神庙的祭坛前寻求庇护。
§13.67.7οἱ δʼ Ἀθηναῖοι τοῖς μὲν Βυζαντίοις ἀπέδωκαν τὴν πόλιν, συμμάχους αὐτοὺς ποιησάμενοι, πρὸς δὲ τοὺς ἐπὶ τοῖς βωμοῖς ὄντας ἱκέτας ὁμολογίας ἔθεντο, τὰ μὲν ὅπλα παραλαβεῖν, τὰ δὲ σώματα εἰς Ἀθήνας κομίσαντες ἐπιτρέψαι τῷ δήμῳ περὶ αὐτῶν.
雅典人将城市还给了拜占庭人,并与他们结为盟友,而对于祭坛前的求庇护者,他们达成了协议,即接收其武器,并将他们的身体运送到雅典,交由公民大会对他们做出裁决。