§13.65.1τούτων δὲ πραττομένων Μεγαρεῖς μὲν Νίσαιαν ὑπʼ Ἀθηναίους οὖσαν εἷλον, Ἀθηναῖοι δʼ ἐπʼ αὐτοὺς ἀπέστειλαν Λεωτροφίδην καὶ Τίμαρχον μετὰ μὲν πεζῶν χιλίων, ἱππέων δὲ τετρακοσίων.
在这些事情进行期间,麦加拉人夺取了处于雅典人统治下的尼塞亚;而雅典人派出了莱奥特罗菲德斯和蒂马科斯,率领一千名步兵和四百名骑兵去对付他们。
οἷς οἱ Μεγαρεῖς ἀπαντήσαντες μετὰ τῶν ὅπλων πανδημεὶ καὶ παραλαβόντες τινὰς τῶν ἐκ Σικελίας, παρετάξαντο πρὸς τοῖς λόφοις τοῖς Κέρασι καλουμένοις·
麦加拉人全员武装迎击他们,并召集了部分来自西西里的人,在被称为‘凯拉斯’的丘陵附近布阵。
§13.65.2τῶν δʼ Ἀθηναίων λαμπρῶς ἀγωνισαμένων, καὶ πολλαπλασίους ὄντας τοὺς πολεμίους τρεψαμένων, Μεγαρέων ἔπεσον μὲν πολλοί, τῶν δὲ Λακεδαιμονίων εἴκοσι μόνον· οἱ γὰρ Ἀθηναῖοι βαρέως φέροντες ἐπὶ τῷ τὴν Νίσαιαν κατειλῆφθαι τοὺς μὲν Λακεδαιμονίους οὐκ ἐδίωξαν, πρὸς δὲ τοὺς Μεγαρεῖς χαλεπῶς διακείμενοι παμπληθεῖς ἀνεῖλον.
由于雅典人英勇作战,击溃了数倍于己的敌军,麦加拉人有许多人战死,而拉刻代蒙人仅有二十人阵亡;因为雅典人对尼塞亚被占领一事深感愤恨,他们没有追击拉刻代蒙人,而是对麦加拉人怀有极深的怨恨,杀死了他们极多的人。
§13.65.3Λακεδαιμόνιοι δὲ Κρατησιππίδαν ἑλόμενοι ναύαρχον, καὶ παρὰ τῶν συμμάχων ναῦς αὑτῶν πληρώσαντες εἴκοσι πέντε, προσέταξαν παραβοηθεῖν τοῖς συμμάχοις.
拉刻代蒙人选举克拉特西皮达斯为海军统帅,并从盟友那里为他们的二十五艘船配备了船员,命令他去援助盟友。
οὗτος δὲ χρόνον μέν τινα περὶ τὴν Ἰωνίαν διέτριψεν οὐθὲν ἄξιον λόγου πράξας· μετὰ δὲ ταῦτα παρὰ τῶν ἐκ Χίου φυγάδων λαβὼν χρήματα κατήγαγεν αὐτοὺς καὶ τὴν ἀκρόπολιν τῶν Χίων κατελάβετο.
他在伊奥尼亚一带逗留了一段时间,没有做出任何值得称道的事;但在此之后,他从来自希奥斯的流亡者那里收受了资金,协助他们重返家园,并占领了希奥斯人的卫城。
§13.65.4οἱ δὲ κατελθόντες τῶν Χίων τοὺς ἀντιπολιτευομένους αὐτοῖς καὶ τῆς ἐκπτώσεως αἰτίους ὄντας εἰς ἑξακοσίους τὸν ἀριθμὸν ὄντας ἐφυγάδευσαν.
而那些回国的希奥斯人,将与他们政见相左并导致他们被逐的政敌驱逐出境,其人数达六百人左右。
οὗτοι δὲ τῆς ἀντιπέραν ἠπείρου χωρίον Ἀταρνέα καλούμενον κατελάβοντο, σφόδρα τῇ φύσει καθεστηκὸς ὀχυρόν, καὶ τὸ λοιπὸν ἐκ τούτου τὰς ἀφορμὰς ἔχοντες ἐπολέμουν τοῖς Χίον ἔχουσιν.
这些被逐者占领了对岸大陆上一个被称为‘阿塔尔内乌斯’的地方,该地自然地势极为险要,此后他们以此为基地,与统治希奥斯的人进行战争。