§13.64.1κατὰ δὲ τὴν Ἑλλάδα Θρασύβουλος πεμφθεὶς παρʼ Ἀθηναίων μετὰ νεῶν τριάκοντα καὶ πολλῶν ὁπλιτῶν σὺν ἱππεῦσιν ἑκατὸν κατέπλευσεν εἰς τὴν Ἔφεσον· ἐκβιβάσας δὲ τὴν δύναμιν κατὰ δύο τόπους προσβολὰς ἐποιήσατο.
在希腊,色拉西布洛斯受雅典人派遣,率领三十艘船、许多重装步兵以及一百名骑兵驶抵埃斐索斯;他在让军队登陆后,在两处发起了进攻。
τῶν δʼ ἔνδον ἐπεξελθόντων καρτερὰν συνέβη μάχην συστῆναι· πανδημεὶ δὲ τῶν Ἐφεσίων ἀγωνισαμένων τετρακόσιοι μὲν τῶν Ἀθηναίων ἔπεσον, τοὺς δʼ ἄλλους ὁ Θρασύβουλος ἀναλαβὼν εἰς τὰς ναῦς ἐξέπλευσεν εἰς Λέσβον.
由于城内的人迎战,双方爆发了激烈的战斗;由于埃斐索斯人全员参战,雅典人中有四百人阵亡,色拉西布洛斯将其余的人接上船,驶往莱斯博斯。
§13.64.2οἱ δὲ περὶ Κύζικον ὄντες τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες ἐπὶ Χαλκηδόνα, Χρυσόπολιν ᾤκισαν φρούριον καὶ τὴν ἱκανὴν αὐτῷ κατέλιπον δύναμιν· τοῖς δʼ ἐπὶ τούτων κατασταθεῖσι προσέταξαν δεκάτην πράττεσθαι τοὺς ἐκ τοῦ Πόντου πλέοντας.
而那些在库济科斯附近的雅典将领们驶向迦克墩,建立克律索波利斯作为堡垒,并在其中留下了足够的守备队;他们命令被委派负责这些事务的人,向从蓬托斯航行而来的人征收十分之一的税。
§13.64.3μετὰ δὲ ταῦτα διελομένων αὐτῶν τὰς δυνάμεις, Θηραμένης μὲν μετὰ πεντήκοντα νεῶν κατελείφθη πολιορκήσων Χαλκηδόνα καὶ Βυζάντιον, Θρασύβουλος δὲ περὶ Θρᾴκην πεμφθεὶς τὰς ἐν τούτοις τοῖς τόποις πόλεις προσηγάγετο.
在这之后,随着他们分割了军队,塞拉门尼斯带着五十艘船被留下来包围迦克墩和拜占庭,而色拉西布洛斯被派往色雷斯附近,争取了这些地方的城市。
§13.64.4Ἀλκιβιάδης δὲ τὸν Θρασύβουλον μετὰ τῶν τριάκοντα νεῶν ἀπολύσας ἔπλευσεν εἰς τὴν ὑπὸ Φαρνάβαζον χώραν, καὶ κοινῇ πολλὴν αὐτῆς πορθήσαντες τούς τε στρατιώτας ἐνέπλησαν ὠφελείας καὶ αὐτοὶ χρήματα συνήγαγον ἐκ τῶν λαφύρων, βουλόμενοι κουφίσαι τὸν δῆμον τῶν εἰσφορῶν.
阿尔西比亚德斯在遣走带着三十艘船的色拉西布洛斯之后,驶入法尔纳巴佐斯统治下的领地,他们共同掠夺了其中的大部分,使士兵们满载战利品,而他们自己也从战利品中收集了资金,因为他们希望减轻民众的财产税负担。
§13.64.5Λακεδαιμόνιοι δὲ πυνθανόμενοι περὶ τὸν Ἑλλήσποντον ὑπάρχειν ἁπάσας τὰς τῶν Ἀθηναίων δυνάμεις, ἐστράτευσαν ἐπὶ Πύλον, ἣν Μεσσήνιοι φρουρᾷ κατεῖχον, κατὰ μὲν θάλατταν ἕνδεκα ναυσίν, ὧν ἦσαν αἱ μὲν ἀπὸ Σικελίας πέντε, ἓξ δὲ ἐκ τῶν πολιτῶν πεπληρωμέναι· πεζῇ δὲ παρήγαγον ἱκανὴν δύναμιν, καὶ περιστρατοπεδεύσαντες τὸ φρούριον ἐπόρθουν ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
而拉刻代蒙人获悉雅典人的所有军队都在赫勒斯滂附近,便出兵进攻美塞尼亚人派遣守备队驻守的皮洛斯,海上动用了十一艘船,其中五艘来自西西里,六艘由本国公民满员;陆路上他们派出了足够的军队,包围了该堡垒,同时从陆路和海路进行攻打。
§13.64.6ἃ δὴ πυθόμενος ὁ τῶν Ἀθηναίων δῆμος ἐξαπέστειλε τοῖς πολιορκουμένοις εἰς βοήθειαν ναῦς τριάκοντα καὶ στρατηγὸν Ἄνυτον τὸν Ἀνθεμίωνος.
雅典民众得知此事后,派出了三十艘船以及安提米翁之子阿尼图斯作为将军,去增援被包围的人。
οὗτος μὲν οὖν ἐκπλεύσας, καὶ διά τινας χειμῶνας οὐ δυνηθεὶς τὸν Μαλέαν κάμψαι, ἀνέπλευσεν εἰς Ἀθήνας.
此人出航后,由于某些风暴而无法绕过马利亚角,便折返回雅典。
ἐφʼ οἷς ὁ μὲν δῆμος ὀργισθείς, καὶ καταιτιασάμενος αὐτοῦ προδοσίαν, μετέστησεν εἰς κρίσιν· ὁ δʼ Ἄνυτος ἰσχυρῶς κινδυνεύων ἐρρύσατο χρήμασι τὴν ἰδίαν ψυχήν, καὶ πρῶτος Ἀθηναίων δοκεῖ δικαστήριον δωροδοκῆσαι.
对此,民众十分愤怒,指控他犯有叛国罪,并将他送上法庭审判;而阿尼图斯在面临极大危险时,用金钱救了自己的命,他被认为是雅典人中第一个贿赂法庭的人。
§13.64.7οἱ δʼ ἐν τῇ Πύλῳ Μεσσήνιοι μέχρι μέν τινος ἀντεῖχον, προσδοκῶντες παρὰ τῶν Ἀθηναίων βοήθειαν· ὡς δʼ οἱ μὲν πολέμιοι τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, τῶν δὲ ἰδίων οἱ μὲν ἐκ τῶν τραυμάτων ἀπέθνησκον, οἱ δʼ ἐκ τῆς σιτοδείας κακῶς ἀπήλλαττον, ὑπόσπονδοι τὸν τόπον ἐξέλιπον.
而皮洛斯的美塞尼亚人在一段时间内一直坚守,期待着雅典人的救援;但当敌人轮番发起进攻,而他们自己的人中有的因伤死亡,有的因缺粮而陷入困境时,他们在协议下撤离了该地。
Λακεδαιμόνιοι μὲν οὖν ἐγκρατεῖς ἐγένοντο τῆς Πύλου, πεντεκαίδεκα ἔτη τῶν Ἀθηναίων αὐτὴν κατεσχηκότων, ἀφʼ ὅτου Δημοσθένης αὐτὴν ἐτείχισεν.
于是,拉刻代蒙人控制了皮洛斯,而此前自从德摩斯梯尼在此筑墙以来,雅典人已经占领了它十五年。