Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.63.1-13.63.6

赫尔莫克拉底回归与塞利努斯的重建

第 242 段,共 723 段 · 希腊语

内容简介

叙拉古的赫尔莫克拉底回到西西里,募集资金和军队重建塞利努斯。他袭击迦太基领地并屡获战功,为重返叙拉古做准备。

§13.63.1εἰς δὲ τὴν Σικελίαν κατέπλευσεν Ἑρμοκράτης ὁ Συρακόσιος.
叙拉古的赫尔莫克拉底驶抵西西里。
οὗτος δʼ ἐν μὲν τῷ πρὸς Ἀθηναίους πολέμῳ στρατηγήσας καὶ πολλὰ τῇ πατρίδι χρήσιμος γενόμενος πλεῖστον ἴσχυσε παρὰ τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ναύαρχος πεμφθεὶς σὺν τριάκοντα πέντε τριήρεσι Λακεδαιμονίοις συμμαχήσων ὑπὸ τῶν ἀντιπολιτευομένων κατεστασιάσθη, καὶ φυγῆς μὲν ἐγενήθη κατάδικος, τὸν δὲ στόλον παρέδωκεν ἐν Πελοποννήσῳ τοῖς ἐπὶ τὴν διαδοχὴν ἀποσταλεῖσιν.
他曾在对抗雅典人的战争中担任将军,为祖国作出了巨大贡献,在叙拉古人中拥有极大的影响力,但在此之后,当他作为海军将领率领三十五艘三段式战船被派去与大坝代蒙人结盟时,却因政敌的反对而失势,被判处流放,并在伯罗奔尼撒将舰队移交给了被派来接替他的人。
§13.63.2αὐτὸς δʼ ἐκ τῆς στρατείας φιλίαν ἔχων πρὸς Φαρνάβαζον τὸν τῶν Περσῶν σατράπην ἔλαβε παρʼ αὐτοῦ πολλὰ χρήματα, μεθʼ ὧν εἰς Μεσσήνην καταπλεύσας πέντε μὲν ἐναυπήγησε τριήρεις, χιλίους δʼ ἐμισθώσατο στρατιώτας.
他本人因在那次远征中与波斯总督法尔纳巴佐斯结下了友谊,从而从他那里获得了一大笔资金,他携此资金驶抵美塞涅,建造了五艘三段式战船,并雇佣了一千名士兵。
§13.63.3παραλαβὼν δὲ καὶ τῶν ἐκπεπτωκότων Ἱμεραίων ὡς χιλίους, ἐπεχείρησε μὲν εἰς Συρακούσας κατελθεῖν συναγωνιζομένων αὐτῷ τῶν φίλων, ἀποτυχὼν δὲ τῆς ἐπιβολῆς ὥρμησε διὰ τῆς μεσογείου, καὶ καταλαβόμενος τὸν Σελινοῦντα τῆς πόλεως μέρος ἐτείχισε καὶ πανταχόθεν κατεκάλει τοὺς διασωζομένους τῶν Σελινουντίων.
他又接纳了大约一千名被驱逐的希梅拉人,在朋友们的共同协助下,企图返回叙拉古,但在这次尝试失败后,他穿过内陆出发,占领了塞利努斯,为该城的一部分修筑了城墙,并从各地召回了幸存的塞利努斯人。
§13.63.4πολλοὺς δὲ καὶ ἄλλους ὑποδεχόμενος εἰς τὸν τόπον συνήγαγε δύναμιν ἐπιλέκτων ἀνδρῶν ἑξακισχιλίων.
他又在该地接纳了许多其他人,聚集起一支由六千名精兵组成的军队。
ἐντεῦθεν δʼ ὁρμώμενος πρῶτον μὲν τὴν τῶν Μοτυηνῶν ἐπόρθησε χώραν, καὶ τοὺς ἐπεξελθόντας ἐκ τῆς πόλεως μάχῃ κρατήσας πολλοὺς μὲν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνεδίωξεν ἐντὸς τοῦ τείχους.
他以此处为据点出发,首先掠夺了摩图亚人的领土,并在战斗中击败了从城里迎战的人,杀死了其中许多人,将其余的人赶回了城墙内。
μετὰ δὲ ταῦτα τὴν τῶν Πανορμιτῶν χώραν λεηλατήσας ἀναριθμήτου λείας ἐκυρίευσε, τῶν δὲ Πανορμιτῶν πανδημεὶ παραταξαμένων πρὸ τῆς πόλεως εἰς πεντακοσίους μὲν αὐτῶν ἀνεῖλε, τοὺς δʼ ἄλλους συνέκλεισεν ἐντὸς τῶν τειχῶν.
此后,他蹂躏了巴诺穆斯人的领土,夺取了无数的战利品,而当巴诺穆斯人全员在城前列阵时,他杀死了他们中多达五百人,将其余的人围困在城墙内。
§13.63.5παραπλησίως δὲ καὶ τὴν ἄλλην χώραν ἅπασαν τὴν ὑπὸ Καρχηδονίους οὖσαν πορθῶν ἐπαίνου παρὰ τοῖς Σικελιώταις ἐτύγχανεν.
他以同样的方式掠夺了迦太基人统治下的所有其他领土,在西西里希腊人中赢得了赞誉。
εὐθὺ δὲ καὶ τῶν Συρακοσίων οἱ πλεῖστοι μετεμελήθησαν,ἀναξίως τῆς ἰδίας ἀρετῆς ὁρῶντες πεφυγαδευμένον τὸν Ἑρμοκράτην.
不久,大多数叙拉古人也开始后悔,因为他们看到赫尔莫克拉底遭到了与其才德不相称的流放。
§13.63.6διὸ καὶ περὶ αὐτοῦ πολλῶν λόγων γινομένων ἐν ταῖς ἐκκλησίαις, ὁ μὲν δῆμος φανερὸς ἦν βουλόμενος καταδέχεσθαι τὸν ἄνδρα, ὁ δʼ Ἑρμοκράτης ἀκούων τὴν περὶ αὑτοῦ φήμην ἐν ταῖς Συρακούσαις παρεσκευάζετο πρὸς τὴν αὑτοῦ κάθοδον ἐπιμελῶς, εἰδὼς τοὺς ἀντιπολιτευομένους ἀντιπράξοντας.
因此,在公民大会上关于他的讨论层出不穷,民众显然渴望召回此人。 而赫尔莫克拉底听闻在叙拉古关于自己的传闻后,便也积极准备自己的归国,他深知政敌们必定会横加阻挠。
καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势便处于这种状态。

词汇与语法注释

  1. §13.63.1φυγῆς ... κατάδικος — 属格 φυγῆς 是由表示被判罪的形容词 κατάδικος(被判处……的)所要求的属格(表示刑罚的属格),与 γίγνομαι(ἐγενήθη)连用,意为“被判处流放”。
  2. §13.63.3συναγωνιζομένων αὐτῷ τῶν φίλων — 属格独立结构(genitive absolute)。现在分词 συναγωνιζομένων 的逻辑主语是 τῶν φίλων,因与主句主语(赫尔莫克拉底)不同而使用独立结构。与格 αὐτῷ 指代赫尔莫克拉底,由复合动词中的前缀 συν- 或表示协同的与格所支配。
  3. §13.63.5ἀναξίως τῆς ἰδίας ἀρετῆς ... πεφυγαδευμένον — 分词对格短语 πεφυγαδευμένον τὸν Ἑρμοκράτην 作为感官动词分词 ὁρῶντες(现在分词,主格复数)的宾语,表示“看到赫尔莫克拉底被流放”这一事实。副词 ἀναξίως 支配表示基准的属格 τῆς ἰδίας ἀρετῆς,意为“与他自身的才能/功绩不相称”。
  4. §13.63.6φανερὸς ἦν βουλόμενος — 带有主格分词(βουλόμενος)的主语人称结构(personal construction),而非无人称结构(如 φανερὸν ἦν...)。字面意思是“民众显而易见是渴望的”,即“显然民众渴望……”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.63.1-13.63.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.63.1-13.63.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。