§13.64.1κατὰ δὲ τὴν Ἑλλάδα Θρασύβουλος πεμφθεὶς παρʼ Ἀθηναίων μετὰ νεῶν τριάκοντα καὶ πολλῶν ὁπλιτῶν σὺν ἱππεῦσιν ἑκατὸν κατέπλευσεν εἰς τὴν Ἔφεσον·
一方ギリシアでは、トラシュブロスがアテナイ人から三十隻の船と多くの重装歩兵、百人の騎兵とともに派遣され、エフェソスに入港した。
ἐκβιβάσας δὲ τὴν δύναμιν κατὰ δύο τόπους προσβολὰς ἐποιήσατο.
彼は軍勢を上陸させ、二つの場所で攻撃を加えた。
τῶν δʼ ἔνδον ἐπεξελθόντων καρτερὰν συνέβη μάχην συστῆναι·
市内の者たちが打って出てきたため、激しい戦闘が起こることとなった。
πανδημεὶ δὲ τῶν Ἐφεσίων ἀγωνισαμένων τετρακόσιοι μὲν τῶν Ἀθηναίων ἔπεσον, τοὺς δʼ ἄλλους ὁ Θρασύβουλος ἀναλαβὼν εἰς τὰς ναῦς ἐξέπλευσεν εἰς Λέσβον.
エフェソス人たちが総出で戦ったため、アテナイ人のうち四百人が倒れ、トラシュブロスは残りの者たちを船に収容して、レスボスへと出帆した。
§13.64.2οἱ δὲ περὶ Κύζικον ὄντες τῶν Ἀθηναίων στρατηγοὶ πλεύσαντες ἐπὶ Χαλκηδόνα, Χρυσόπολιν ᾤκισαν φρούριον καὶ τὴν ἱκανὴν αὐτῷ κατέλιπον δύναμιν·
キュジコス周辺にいたアテナイの将軍たちは、カルケドンへと航行し、砦としてクリュソポリスを建設し、そこに十分な守備隊を残した。
τοῖς δʼ ἐπὶ τούτων κατασταθεῖσι προσέταξαν δεκάτην πράττεσθαι τοὺς ἐκ τοῦ Πόντου πλέοντας.
そして、これら(の任務)に任じられた者たちに、ポントスから航行してくる者たちから十分の一税を取り立てるよう命じた。
§13.64.3μετὰ δὲ ταῦτα διελομένων αὐτῶν τὰς δυνάμεις, Θηραμένης μὲν μετὰ πεντήκοντα νεῶν κατελείφθη πολιορκήσων Χαλκηδόνα καὶ Βυζάντιον, Θρασύβουλος δὲ περὶ Θρᾴκην πεμφθεὶς τὰς ἐν τούτοις τοῖς τόποις πόλεις προσηγάγετο.
この後、彼らが軍勢を分割すると、テラメネスは五十隻の船とともにカルケドンとビュザンティオンを包囲するために残され、トラシュブロスはトラキア周辺に派遣され、それらの地域にある諸都市を味方に引き入れた。
§13.64.4Ἀλκιβιάδης δὲ τὸν Θρασύβουλον μετὰ τῶν τριάκοντα νεῶν ἀπολύσας ἔπλευσεν εἰς τὴν ὑπὸ Φαρνάβαζον χώραν, καὶ κοινῇ πολλὴν αὐτῆς πορθήσαντες τούς τε στρατιώτας ἐνέπλησαν ὠφελείας καὶ αὐτοὶ χρήματα συνήγαγον ἐκ τῶν λαφύρων, βουλόμενοι κουφίσαι τὸν δῆμον τῶν εἰσφορῶν.
アルキビアデスは、トラシュブロスを三十隻 service の船とともに送り出した後、ファルナバゾスの支配下にある領土へと航行し、共同でその大部分を略奪して兵士たちに十分な戦利品を満たし、彼ら自身も戦利品から資金を集めた。 民衆の戦争税の負担を軽減しようと望んだからである。
§13.64.5Λακεδαιμόνιοι δὲ πυνθανόμενοι περὶ τὸν Ἑλλήσποντον ὑπάρχειν ἁπάσας τὰς τῶν Ἀθηναίων δυνάμεις, ἐστράτευσαν ἐπὶ Πύλον, ἣν Μεσσήνιοι φρουρᾷ κατεῖχον, κατὰ μὲν θάλατταν ἕνδεκα ναυσίν, ὧν ἦσαν αἱ μὲν ἀπὸ Σικελίας πέντε, ἓξ δὲ ἐκ τῶν πολιτῶν πεπληρωμέναι·
ラケダイモン人たちは、アテナイ人の全軍勢がヘレスポントス周辺にいることを知ると、メッセニア人が守備隊をもって保持していたピュロスに対して遠征を行った。
πεζῇ δὲ παρήγαγον ἱκανὴν δύναμιν, καὶ περιστρατοπεδεύσαντες τὸ φρούριον ἐπόρθουν ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
海上からは十一隻の船(そのうち五隻はシケリアからのもの、六隻は市民から兵が満たされたもの)をもって、陸上からは十分な軍勢を進め、その砦を包囲して、陸と海から同時に攻め立てた。
§13.64.6ἃ δὴ πυθόμενος ὁ τῶν Ἀθηναίων δῆμος ἐξαπέστειλε τοῖς πολιορκουμένοις εἰς βοήθειαν ναῦς τριάκοντα καὶ στρατηγὸν Ἄνυτον τὸν Ἀνθεμίωνος.
これを知ったアテナイの民衆は、包囲されている者たちへの救援として、三十隻の船と将軍アニュトス(アンテミオンの子)を派遣した。
οὗτος μὲν οὖν ἐκπλεύσας, καὶ διά τινας χειμῶνας οὐ δυνηθεὶς τὸν Μαλέαν κάμψαι, ἀνέπλευσεν εἰς Ἀθήνας.
彼は出帆したものの、嵐のためにマレア岬を回ることができず、アテナイへと引き返した。
ἐφʼ οἷς ὁ μὲν δῆμος ὀργισθείς, καὶ καταιτιασάμενος αὐτοῦ προδοσίαν, μετέστησεν εἰς κρίσιν·
これに対して民衆は激怒し、彼を裏切りの罪で告発して裁判にかけた。
ὁ δʼ Ἄνυτος ἰσχυρῶς κινδυνεύων ἐρρύσατο χρήμασι τὴν ἰδίαν ψυχήν, καὶ πρῶτος Ἀθηναίων δοκεῖ δικαστήριον δωροδοκῆσαι.
アニュトスは極めて危険な状況にあったが、金銭によって自らの命を救い、アテナイ人で初めて法廷を買収したとみなされている。
§13.64.7οἱ δʼ ἐν τῇ Πύλῳ Μεσσήνιοι μέχρι μέν τινος ἀντεῖχον, προσδοκῶντες παρὰ τῶν Ἀθηναίων βοήθειαν·
ピュロスのメッセニア人たちは、アテナイ人からの救援を期待して、しばらくの間は持ちこたえていた。
ὡς δʼ οἱ μὲν πολέμιοι τὰς προσβολὰς ἐκ διαδοχῆς ἐποιοῦντο, τῶν δὲ ἰδίων οἱ μὲν ἐκ τῶν τραυμάτων ἀπέθνησκον, οἱ δʼ ἐκ τῆς σιτοδείας κακῶς ἀπήλλαττον, ὑπόσπονδοι τὸν τόπον ἐξέλιπον.
しかし、敵が交代で攻撃を加え、味方のうちある者は負傷によって死亡し、ある者は食糧不足によってひどい状況に陥ると、協定を結んでその場所を立ち去った。
Λακεδαιμόνιοι μὲν οὖν ἐγκρατεῖς ἐγένοντο τῆς Πύλου, πεντεκαίδεκα ἔτη τῶν Ἀθηναίων αὐτὴν κατεσχηκότων, ἀφʼ ὅτου Δημοσθένης αὐτὴν ἐτείχισεν.
こうしてラケダイモン人はピュロスを手中に収めた。 デモステネスがそこに城壁を築いて以来、アテナイ人がそこを十五年間保持していた後のことである。