§13.5.1τούτων δὲ πραττομένων οἱ κατὰ τὴν ἰδίαν ἔχθραν μισοῦντες τὸν Ἀλκιβιάδην ἐν Ἀθήναις, πρόφασιν ἔχοντες τὴν τῶν ἀγαλμάτων περικοπήν, διέβαλον αὐτὸν ἐν ταῖς δημηγορίαις ὡς συνωμοσίαν κατὰ τοῦ δήμου πεποιημένον.
\n在这些事情进行期间,雅典城内那些因私人恩怨而憎恨阿尔西比亚德斯的人,以神像遭毁坏为借口,在公民大会的演说中中伤他,声称他策划了针对民主政体的阴谋。
συνελάβετο δʼ αὐτῶν ταῖς διαβολαῖς τὸ πραχθὲν παρὰ τοῖς Ἀργείοις· οἱ γὰρ ἰδιόξενοι συνθέμενοι καταλῦσαι τὴν ἐν Ἄργει δημοκρατίαν πάντες ὑπὸ τῶν πολιτῶν ἀνῃρέθησαν.
在阿耳戈斯人中发生的事情也助长了他们的人身攻击;因为那些曾合谋推翻阿耳戈斯民主政体的、阿尔西比亚德斯的私人宾客,全部被当地市民处死。
§13.5.2πιστεύσας οὖν ὁ δῆμος ταῖς κατηγορίαις, καὶ δεινῶς ὑπὸ τῶν δημαγωγῶν παροξυνθείς, ἀπέστειλε τὴν Σαλαμινίαν ναῦν εἰς Σικελίαν, κελεύων τὴν ταχίστην ἥκειν Ἀλκιβιάδην ἐπὶ τὴν κρίσιν.
\n\n因此,民众信以为真,并在煽动者的强烈蛊惑下,将萨拉米尼亚号战船派往西西里,命令阿尔西比亚德斯以最快速度回来受审。
παραγενομένης οὖν τῆς νεὼς εἰς τὴν Κατάνην, Ἀλκιβιάδης, ἀκούσας τῶν πρέσβεων τὰ δόξαντα τῷ δήμῳ,τοὺς συνδιαβεβλημένους ἀναλαβὼν εἰς τὴν ἰδίαν τριήρη μετὰ τῆς Σαλαμινίας ἐξέπλευσεν.
当这艘战船抵达卡塔尼亚时,阿尔西比亚德斯从使者那里听取了民众的决议,便将那些一同被诬陷的人带上自己的三列桨战船,与萨拉米尼亚号一同起航。
§13.5.3ἐπεὶ δʼ εἰς Θουρίους κατέπλευσεν, εἴτε καὶ συνειδὼς αὑτῷ τὴν ἀσέβειαν ὁ Ἀλκιβιάδης εἴτε καὶ φοβηθεὶς τὸ μέγεθος τοῦ κινδύνου, μετὰ τῶν συνδιαβεβλημένων διαδρὰς ἐκποδὼν ἐχωρίσθη.
\n\n然而,当他驶入图里伊时,阿尔西比亚德斯要么是心知自己确有不敬神之罪,要么是害怕危险过于巨大,便与那些一同被诬陷的人一起逃走并隐匿了踪迹。
οἱ δʼ ἐν τῇ Σαλαμινίᾳ νηὶ παραγενόμενοι τὸ μὲν πρῶτον ἐζήτουν τοὺς περὶ τὸν Ἀλκιβιάδην· ὡς δʼ οὐχ εὕρισκον, ἀποπλεύσαντες εἰς Ἀθήνας ἀπήγγειλαν τῷ δήμῳ τὰ πεπραγμένα.
萨拉米尼亚号上的人起初四处搜寻阿尔西比亚德斯及其同伙,但未能找到他们,于是启程返回雅典,向民众报告了事情的经过。
§13.5.4οἱ μὲν οὖν Ἀθηναῖοι παραδόντες δικαστηρίῳ τοῦ τε Ἀλκιβιάδου καὶ τῶν ἄλλων τῶν συμφυγόντων τὰ ὀνόματα δίκην ἐρήμην κατεδίκασαν θανάτου.
\n\n于是,雅典人将阿尔西比亚德斯及其他一同逃亡者的名字提交给法庭,并在缺席审判中判处他们死刑。
ὁ δʼ Ἀλκιβιάδης ἐκ τῆς Ἰταλίας διαπλεύσας ἐπὶ Πελοπόννησον ἔφυγεν εἰς Σπάρτην, καὶ τοὺς Λακεδαιμονίους παρώξυνεν ἐπιθέσθαι τοῖς Ἀθηναίοις.
而阿尔西比亚德斯则从意大利乘船渡海前往伯罗奔尼撒,逃亡至斯巴达,并煽动拉刻代蒙人进攻雅典人。