Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.4.1-13.4.5

叙拉古的备战与雅典夺取卡塔尼亚

第 183 段,共 723 段 · 希腊语

内容简介

叙拉古面对雅典军队的逼近,任命全权将军并呼吁西西里各城结盟。雅典军队因埃杰斯塔资金不足而转移,并在谈判期间通过士兵潜入城内的方式,迫使卡塔尼亚加入战争。

§13.4.1Συρακόσιοι δʼ ἀκούσαντες ἐπὶ τοῦ πορθμοῦ τὰς δυνάμεις εἶναι τῶν Ἀθηναίων, στρατηγοὺς κατέστησαν αὐτοκράτορας τρεῖς, Ἑρμοκράτην, Σικανόν, Ἡρακλείδην, οἳ τοὺς στρατιώτας κατέγραφον καὶ πρέσβεις ἐπὶ τὰς κατὰ Σικελίαν πόλεις ἀπέστελλον, δεόμενοι τῆς κοινῆς σωτηρίας ἀντιλαμβάνεσθαι· τοὺς γὰρ Ἀθηναίους τῷ μὲν λόγῳ πρὸς Συρακοσίους ἐνίστασθαι τὸν πόλεμον, τῇ δʼ ἀληθείᾳ καταστρέψασθαι βουλομένους ὅλην τὴν νῆσον.
叙拉古人听说雅典人的军队已到达海峡,便任命了三位拥有全权的将军:赫莫克拉底、西卡努斯和赫拉克莱德。 他们开始征召士兵,并向西西里各城市派遣使节,请求他们为共同的安全而协力相助;因为他们声称,雅典人名义上是对叙拉古人发动战争,实际上却企图征服整个岛屿。
§13.4.2Ἀκραγαντῖνοι μὲν οὖν καὶ Νάξιοι συμμαχήσειν ἔφησαν Ἀθηναίοις, Καμαριναῖοι δὲ καὶ Μεσσήνιοι τὴν μὲν εἰρήνην ἄξειν ὡμολόγησαν, τὰς δʼ ὑπὲρ τῆς συμμαχίας ἀποκρίσεις ἀνεβάλοντο· Ἱμεραῖοι δὲ καὶ Σελινούντιοι, πρὸς δὲ τούτοις Γελῷοι καὶ Καταναῖοι, συναγωνιεῖσθαι τοῖς Συρακοσίοις ἐπηγγείλαντο.
于是,阿克拉加斯人和纳克索斯人表示将与雅典人结盟,而卡马里纳人和墨西拿人虽然同意保持和平,但推迟了关于结盟的答复;另一方面,希梅拉人和塞利努斯人,以及杰拉人和卡塔尼亚人,则承诺与叙拉古人共同战斗。
αἱ δὲ τῶν Σικελῶν πόλεις τῇ μὲν εὐνοίᾳ πρὸς Συρακοσίους ἔρρεπον, ὅμως δʼ ἐν ἡσυχίᾳ μένουσαι τὸ συμβησόμενον ἐκαραδόκουν.
西西里土著的城市虽然在情感上倾向于叙拉古人,但仍然保持静默,观望事态的发展。
§13.4.3τῶν δʼ Αἰγεσταίων οὐχ ὁμολογούντων δώσειν πλέον τῶν τριάκοντα ταλάντων, οἱ στρατηγοὶ τῶν Ἀθηναίων ἐγκαλέσαντες αὐτοῖς ἀνήχθησαν ἐκ Ῥηγίου μετὰ τῆς δυνάμεως, καὶ κατέπλευσαν τῆς Σικελίας εἰς Νάξον.
由于埃杰斯塔人不同意支付超过三十塔兰同,雅典将军们对他们提出谴责,随后率领军队从雷焦起航,并在西西里的纳克索斯靠岸。
δεξαμένων δʼ αὐτοὺς τῶν ἐν τῇ πόλει φιλοφρόνως, παρέπλευσαν ἐκεῖθεν εἰς Κατάνην.
城里的人热情地接待了他们,于是他们又从那里沿着海岸驶向卡塔尼亚。
§13.4.4τῶν δὲ Καταναίων εἰς μὲν τὴν πόλιν οὐ δεχομένων τοὺς στρατιώτας, τοὺς δὲ στρατηγοὺς ἐασάντων εἰσελθεῖν καὶ παρασχομένων ἐκκλησίαν, οἱ στρατηγοὶ τῶν Ἀθηναίων περὶ συμμαχίας διελέγοντο.
虽然卡塔尼亚人不接纳士兵入城,但他们允许将军们进入并为其提供了召开公民大会的机会,于是雅典将军们便开始就结盟事宜进行商谈。
§13.4.5δημηγοροῦντος δὲ τοῦ Ἀλκιβιάδου τῶν στρατιωτῶν τινες διελόντες πυλίδα παρεισέπεσον εἰς τὴν πόλιν· διʼ ἣν αἰτίαν ἠναγκάσθησαν οἱ Καταναῖοι κοινωνεῖν τοῦ κατὰ τῶν Συρακοσίων πολέμου.
就在阿尔西比亚德斯发表演说时,一些士兵拆毁了一扇小门并潜入城内;由于这个原因,卡塔尼亚人被迫参与了针对叙拉古人的战争。

词汇与语法注释

  1. 13.4.1βουλομένους — 与主语宾格 τοὺς Ἀθηναίους 一致的现在分词。它与前半句的动词不定式 ἐνίστασθαι 相对比,在 γάρ 引导的间接引语中说明雅典人的真实意图。在语义上起原因分词(“因为想要……”)或间接引语主动词(“声称他们想要……”)的作用。
  2. 13.4.3τῆς Σικελίας — 地理或所属属格。修饰 'εἰς Νάξον'(到纳克索斯),表示“西西里的纳克索斯”。这种将范围较广的地理名称以属格形式置于特定城市名之前的用法,常用于明确地理位置。
  3. 13.4.4τῶν δὲ Καταναίων εἰς μὲν τὴν πόλιν οὐ δεχομένων τοὺς στρατιώτας, τοὺς δὲ στρατηγοὺς ἐασάντων εἰσελθεῖν καὶ παρασχομένων ἐκκλησίαν — 复杂的属格绝对(genitive absolute)结构,用以说明主句“οἱ στρατηγοὶ ... διελέγοντο”的前提背景。前半部分带 “μὲν” 的 “οὐ δεχομένων”(不接纳,具让步意味)与后半部分带 “δὲ” 的 “ἐασάντων... καὶ παρασχομένων”(允许并提供,具原因/条件意味)形成对比并列。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.4.1-13.4.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.4.1-13.4.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。