Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.41.1-13.41.5

斯巴达援军在阿索斯遇难与阿尔西比亚德斯归队

第 220 段,共 723 段 · 希腊语

内容简介

明达鲁斯召集埃维亚的援军船只,但该船队在阿索斯山附近因风暴全军覆没;与此同时,阿尔西比亚德斯返回萨摩斯,受到盟友的热烈欢迎。

§13.41.1Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς Ἄβυδον τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίᾳ τριήρεις ἀπέστειλεν Ἐπικλέα τὸν Σπαρτιάτην, προστάξας ἄγειν τὴν ταχίστην.
拉刻代蒙人的海军司令官明达鲁斯在战败后逃往阿比多斯,他修补了受损的船只,并派斯巴达人埃皮克莱斯前往埃维亚的三列桨战船处,命令他以最快的速度将它们带回。
§13.41.2ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη· καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωθῆναι.
他抵达埃维亚后,聚集了在那里的五十艘船只,急忙启航;当这些三列桨战船到达阿索斯山附近时,突发了一场如此巨大的风暴,以至于所有的船只都损失殆尽,而船员中仅有十二人生还。
§13.41.3δηλοῖ δὲ τὰ περὶ τούτων ἀνάθημα κείμενον ἐν τῷ περὶ Κορώνειαν νεῷ, καθάπερ φησὶν Ἔφορος, τὴν ἐπιγραφὴν ἔχον ταύτην· " οἵδʼ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν δώδεκα, τοὺς δʼ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης, νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας.
关于这些事情,正如埃福罗斯所说,设立在科罗尼亚附近神殿中的奉纳物证明了这一点,上面刻有如下铭文: “此乃自五十艘船中幸免于死者,于阿索斯的礁石处,将身体安顿于大地,仅有十二人。
"
其余皆毁灭于辽阔的海洋深渊,与那遭遇恶风的船只一同。
§13.41.4περὶ δὲ τὸν αὐτὸν καιρὸν Ἀλκιβιάδης ἔχων τρισκαίδεκα τριήρεις κατέπλευσε πρὸς τοὺς ἐν Σάμῳ διατρίβοντας, οἳ πάλαι προακηκοότες ἦσαν, ὅτι πεπεικὼς εἴη τὸν Φαρνάβαζον μηκέτι ταῖς τριακοσίαις ναυσὶ βοηθεῖν τοῖς Λακεδαιμονίοις.
” 大致在同一时期,阿尔西比亚德斯率领十三艘三列桨战船抵达驻扎在萨摩斯的人们那里,这些人早已听说,他已经说服了法尔纳巴佐斯不再用那三百艘船只去援助拉刻代蒙人。
§13.41.5φιλοφρόνως δʼ αὐτὸν ἀποδεξαμένων τῶν ἐν τῇ Σάμῳ, διελέγετο πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι τῇ πατρίδι, ὁμοίως καὶ τὰ καθʼ ἑαυτὸν ἀπολογησάμενος, καὶ πολλὰ τὴν ἑαυτοῦ δακρύσας τύχην, ὅτι τὴν ἰδίαν ἀρετὴν ὑπὸ τῶν ἐχθρῶν ἠνάγκασται κατὰ τῆς πατρίδος ἐνδείξασθαι.
萨摩斯的人们热情地接纳了他,他便与他们商讨自己归国之事,一再保证自己将对祖国大有裨益,同时也为自己的行为作了申辩,并为自己的命运痛哭流涕,感叹自己的才能竟被敌人强迫用来针对自己的祖国。

词汇与语法注释

  1. 13.41.1τὴν ταχίστην — 副词性宾格,意为“尽快、以最快的速度”,源于名词 `ὁδόν`(道路)的省略而形成的惯用表达。
  2. 13.41.4πεπεικὼς εἴη — 间接引语中的迂言式完成时希求语气。由于主句动词为过去完成时(`προακηκοότες ἦσαν`),从句中原有的直陈式完成时 `πέπεικε` 相应地转变为希求语气。
  3. 13.41.5ὅτι ... ἠνάγκασται — 由 `ὅτι` 引导的从句解释了主句分词 `δακρύσας`(痛哭)所表达的感情原因。动词 `ἠνάγκασται` 是直陈式完成时被动语态,其施事者由 `ὑπὸ τῶν ἐχθρῶν` 表示。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.41.1-13.41.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.41.1-13.41.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。