Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.40.1-13.40.6

雅典舰队的胜利与重夺基济科斯

第 219 段,共 723 段 · 希腊语

内容简介

雅典舰队凭借舵手高超的航海技术成功抵御了伯罗奔尼撒舰队的人数优势,并在盟友增援抵达后取得胜利。随后,雅典军重新攻占倒戈的基济科斯,勒索钱财后返回塞斯托斯。

§13.40.1τῶν γὰρ Πελοποννησίων ὑπερεχόντων τῷ πλήθει τῶν νεῶν καὶ ταῖς τῶν ἐπιβατῶν ἀρεταῖς, ἡ τέχνη τῶν κυβερνητῶν ἄχρηστον τὴν ὑπεροχὴν τῶν ἐναντίων ἐποίει.
因为虽然伯罗奔尼撒人在船只数量和海兵的勇猛上占有优势,但舵手们的技巧却使敌人的这种优势变得毫无用处。
ὁπότε γὰρ οἱ Πελοποννήσιοι κατὰ σπουδὴν ἀθρόαις ταῖς ναυσὶν εἰς ἐμβολὴν ἐπιφέροιντο, τὰς ἑαυτῶν οὕτως φιλοτέχνως καθίστανον, ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασθαι θιγεῖν, τοῖς δὲ στόμασι τῶν ἐμβόλων μόνοις ἀναγκάζεσθαι συμβάλλειν.
每当伯罗奔尼撒人急于集结整支舰队进行冲撞时,雅典人就把自己的船只摆放得极其巧妙,以至于那些敌船无法撞击到雅典船只的其他部位,而被迫只能以冲角的前端相互碰撞。
§13.40.2διόπερ ὁ Μίνδαρος ὁρῶν ἄπρακτον οὖσαν τὴν ἐκ τῶν ἐμβολῶν βίαν, κατʼ ὀλίγας καὶ κατὰ μίαν ἐκέλευσε συμπλέκεσθαι.
因此,明达鲁斯见冲撞的威力无法奏效,便命令他们以少数船只或单只船只进行交战。
οὐ μὴν οὐδʼ ἐνταῦθα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν, ἀλλʼ εὐφυῶς ἐκκλίνοντες τὰς τῶν νεῶν ἐπιφερομένας ἐμβολὰς πλαγίαις ἐνέσειον καὶ πολλὰς κατετίτρωσκον.
然而,即使在这种情况之下,舵手们的技巧也并未变得毫无用处,他们反而巧妙地避开迎面而来的冲撞,从侧面撞击敌船,重创了其中的许多艘。
§13.40.3φιλοτιμίας δʼ ἐμπεσούσης εἰς ἀμφοτέρους, οὐ μόνον ταῖς ἐμβολαῖς διεκινδύνευον, ἀλλὰ συμπλεκόμενοι τοῖς ἐπιβάταις διηγωνίζοντο.
由于双方都激起了好胜心,他们不仅通过冲撞来冒险决战,而且还相互接舷,让海兵们进行决死战斗。
πολλὰ δʼ ὑπὸ τῆς τοῦ ῥοῦ βίας διακωλυόμενοι πράττειν ἐφʼ ἱκανὸν χρόνον διεκινδύνευον, οὐδετέρων δυναμένων τυχεῖν τῆς νίκης.
尽管他们由于潮流的猛烈而有许多行动受到阻碍,但仍在相当长的时间内冒死决战,双方都无法取得胜利。
§13.40.4ἰσορρόπου δὲ τῆς μάχης οὔσης, ἐπεφάνησαν ὑπέρ τινος ἄκρας ναῦς εἴκοσι πέντε παρὰ τῶν συμμάχων ἀπεσταλμέναι τοῖς Ἀθηναίοις.
正当战斗势均力敌之时,在某个岬角之外,出现了盟友为雅典人派遣的二十五艘船只。
φοβηθέντες δὲ οἱ Πελοποννήσιοι πρὸς τὴν Ἄβυδον ἔφυγον, ἐξαπτομένων τῶν Ἀθηναίων καὶ φιλοτιμότερον διωξάντων.
伯罗奔尼撒人惊恐万分,向阿比多斯逃窜,而雅典人则紧咬不放,更加猛烈地展开追击。
§13.40.5τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης, Ἀθηναῖοι ναῦς ἔλαβον ὀκτὼ μὲν Χίων, πέντε δὲ Κορινθίων, Ἀμβρακιωτῶν δὲ δύο, Συρακοσίων δὲ καὶ Πελληνέων καὶ Λευκαδίων μίαν ἐξ ἑκάστων· αὐτοὶ δὲ πέντε ναῦς ἀπέβαλον, ἃς πάσας βυθισθῆναι συνέβη.
海战以这样的结局告终,雅典人俘获了希奥斯人的船只八艘、科林斯人的五艘、安布拉基亚人的两艘,以及叙拉古人、佩莱内人和莱夫卡斯人的船只各一艘;而他们自己则损失了五艘船,这些船全部沉没。
§13.40.6μετὰ δὲ ταῦθʼ οἱ περὶ τὸν Θρασύβουλον ἔστησαν τρόπαιον ἐπὶ τῆς ἄκρας, οὗ τὸ τῆς Ἑκάβης ἐστὶ μνημεῖον, καὶ τοὺς ἀπαγγελοῦντας τὴν νίκην εἰς Ἀθήνας ἔπεμψαν, αὐτοὶ δὲ μετὰ παντὸς τοῦ στόλου τὸν πλοῦν ἐπὶ Κύζικον ἐποιήσαντο· αὕτη γὰρ πρὸ τῆς ναυμαχίας ἦν ἀφεστηκυῖα πρὸς Φαρνάβαζον τὸν Δαρείου στρατηγὸν καὶ Κλέαρχον τὸν Λακεδαιμονίων ἡγεμόνα.
此后,色拉西布洛斯及其部属在赫卡柏陵墓所在的岬角上竖立了战胜纪念碑,并派遣报捷者前往雅典,而他们自己则率领全体舰队驶向基济科斯;因为在海战之前,这座城市已经倒戈向大流士的将军法尔纳巴佐斯以及拉克代蒙人的指挥官克里阿科斯。
εὑρόντες δʼ αὐτὴν ἀτείχιστον ῥᾳδίως τῆς ἐπιβολῆς ἐκράτησαν, καὶ χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς ἀπέπλευσαν εἰς Σηστόν.
他们发现该城没有防御工事,便轻易实现了攻占,并在向基济科斯人勒索了钱财之后,启航返回塞斯托斯。

词汇与语法注释

  1. 13.40.1ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασθαι θιγεῖν — αὐτά斯(阴性复数宾格)是动词不定式 δύνασθαι 的主语(宾格),指代伯罗奔尼撒人的船只(ναῦς)。要求属格的动词 θιγεῖν(源自 θιγγάνω,“触及、撞击”)支配着 τοῦ μὲν ἄλλου μέρους(雅典船只的“其他部位”)。因此,该句应理解为“使那些[敌人的]船只无法撞击到[雅典船只的]其他部位”。
  2. 13.40.2οὐ μὴν οὐδʼ ἐνταῦθα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν — 双重否定词 οὐ μὴν οὐδέ 表示强烈的否定递进(“即使在……也绝不”)。无人称动词 συνέβαινεν 引导一个宾格加不定式结构(τὴν ... τέχνην ἄπρακτον εἶναι)作为其主语从句,意为“舵手们的技巧也并未落得毫无用处的结果”。
  3. 13.40.6χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς — 动词 πράττω 的中动相 πράττομαι 意为“征收、索取”,在此构成了双宾格结构,同时支配被征收的对象(人,即 τοὺς Κυζικηνοὺς)和被征收的物品(钱财,即 χρήματα)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.40.1-13.40.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.40.1-13.40.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。