Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §13.40.1-13.40.6

アテナイ艦隊の海戦勝利とキュジコス奪回

219 / 723 箇所 · ギリシア語

要旨

アテナイ艦隊は舵手の優れた技術によってペロポネソス艦隊の数的優位を無力化し、同盟国からの増援も加わって勝利を収める。その後アテナイ軍は敵側に就いていたキュジコスを再奪取し、金を徴収してセストスに帰還する。

§13.40.1τῶν γὰρ Πελοποννησίων ὑπερεχόντων τῷ πλήθει τῶν νεῶν καὶ ταῖς τῶν ἐπιβατῶν ἀρεταῖς, ἡ τέχνη τῶν κυβερνητῶν ἄχρηστον τὴν ὑπεροχὴν τῶν ἐναντίων ἐποίει.
というのも、ペロポネソス人たちが船の数と海兵たちの優秀さにおいて勝っていたものの、舵手たちの技術が敵のその優位を無効にしたからである。
ὁπότε γὰρ οἱ Πελοποννήσιοι κατὰ σπουδὴν ἀθρόαις ταῖς ναυσὶν εἰς ἐμβολὴν ἐπιφέροιντο, τὰς ἑαυτῶν οὕτως φιλοτέχνως καθίστανον, ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασθαι θιγεῖν, τοῖς δὲ στόμασι τῶν ἐμβόλων μόνοις ἀναγκάζεσθαι συμβάλλειν.
ペロポネソス人たちが急いで密集した船団で体当たりを仕掛けてくるたびに、アテナイの舵手たちは自分たちの船を極めて巧みに操縦し、それらの敵船がアテナイ船の他の部分に衝突することはできず、ただ衝角の先端同士だけで衝突することを余儀なくされるようにした。
§13.40.2διόπερ ὁ Μίνδαρος ὁρῶν ἄπρακτον οὖσαν τὴν ἐκ τῶν ἐμβολῶν βίαν, κατʼ ὀλίγας καὶ κατὰ μίαν ἐκέλευσε συμπλέκεσθαι.
それゆえミンダロスは、体当たりによる強襲が功を奏さないのを見て、数隻ずつ、あるいは一隻ずつ交戦するように命じた。
οὐ μὴν οὐδʼ ἐνταῦθα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν, ἀλλʼ εὐφυῶς ἐκκλίνοντες τὰς τῶν νεῶν ἐπιφερομένας ἐμβολὰς πλαγίαις ἐνέσειον καὶ πολλὰς κατετίτρωσκον.
しかし、ここにおいても舵手たちの技術が無効になることはなく、むしろ巧みに敵船から繰り出される体当たりを回避しながら、側面から衝突して多くの船に損傷を与えた。
§13.40.3φιλοτιμίας δʼ ἐμπεσούσης εἰς ἀμφοτέρους, οὐ μόνον ταῖς ἐμβολαῖς διεκινδύνευον, ἀλλὰ συμπλεκόμενοι τοῖς ἐπιβάταις διηγωνίζοντο.
双方に闘争心が燃え上がったため、彼らは体当たりだけで勝負を決しようとするだけでなく、接舷して海兵同士で最後まで戦い合った。
πολλὰ δʼ ὑπὸ τῆς τοῦ ῥοῦ βίας διακωλυόμενοι πράττειν ἐφʼ ἱκανὸν χρόνον διεκινδύνευον, οὐδετέρων δυναμένων τυχεῖν τῆς νίκης.
そして潮流の激しさによって多くの行動を妨げられながらも、かなりの時間死闘を繰り広げ、どちらも勝利を収めることができなかった。
§13.40.4ἰσορρόπου δὲ τῆς μάχης οὔσης, ἐπεφάνησαν ὑπέρ τινος ἄκρας ναῦς εἴκοσι πέντε παρὰ τῶν συμμάχων ἀπεσταλμέναι τοῖς Ἀθηναίοις.
戦いが互角であったとき、ある岬の向こうから、同盟国からアテナイ人のために派遣された25隻の船が姿を現した。
φοβηθέντες δὲ οἱ Πελοποννήσιοι πρὸς τὴν Ἄβυδον ἔφυγον, ἐξαπτομένων τῶν Ἀθηναίων καὶ φιλοτιμότερον διωξάντων.
するとペロポネソス人たちは恐れをなしてアビュドスへと逃走し、アテナイ人たちは彼らに襲いかかり、より激しく追撃した。
§13.40.5τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης, Ἀθηναῖοι ναῦς ἔλαβον ὀκτὼ μὲν Χίων, πέντε δὲ Κορινθίων, Ἀμβρακιωτῶν δὲ δύο, Συρακοσίων δὲ καὶ Πελληνέων καὶ Λευκαδίων μίαν ἐξ ἑκάστων·
海戦がこのような結末を迎えたので、アテナイ人はキオス人の船を8隻、コリントス人の船を5隻、アンブラキア人の船を2隻、そしてシュラクサイ人、ペレネ人、レウカス人の船をそれぞれ1隻ずつ鹵獲した。
αὐτοὶ δὲ πέντε ναῦς ἀπέβαλον, ἃς πάσας βυθισθῆναι συνέβη.
彼ら自身は5隻の船を失ったが、それらはすべて沈没した。
§13.40.6μετὰ δὲ ταῦθʼ οἱ περὶ τὸν Θρασύβουλον ἔστησαν τρόπαιον ἐπὶ τῆς ἄκρας, οὗ τὸ τῆς Ἑκάβης ἐστὶ μνημεῖον, καὶ τοὺς ἀπαγγελοῦντας τὴν νίκην εἰς Ἀθήνας ἔπεμψαν, αὐτοὶ δὲ μετὰ παντὸς τοῦ στόλου τὸν πλοῦν ἐπὶ Κύζικον ἐποιήσαντο·
この後、トラシュブロスらの一行は、ヘカベの墓がある岬の上に戦勝記念碑を建て、勝利を報告する使者たちをアテナイへと派遣し、彼ら自身は全艦隊とともにキュジコスへと航行した。
αὕτη γὰρ πρὸ τῆς ναυμαχίας ἦν ἀφεστηκυῖα πρὸς Φαρνάβαζον τὸν Δαρείου στρατηγὸν καὶ Κλέαρχον τὸν Λακεδαιμονίων ἡγεμόνα.
というのも、この都市は海戦の前に、ダレイオスの将軍ファルナバゾスとラケダイモン人の指揮官クレアルコスの側に寝返っていたからである。
εὑρόντες δʼ αὐτὴν ἀτείχιστον ῥᾳδίως τῆς ἐπιβολῆς ἐκράτησαν, καὶ χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς ἀπέπλευσαν εἰς Σηστόν.
そして、この都市に城壁がないのを見て、容易にその攻略に成功し、キュジコス人から金を徴収したのち、セストスへと帰航した。

語釈・文法注

  1. 13.40.1ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασθαι θιγεῖν — αὐτάς(女性複数対格)は、ペロポネソス人の船(ναῦς)を指す不定詞 δύνασθαι の意味上の主語(対格)である。属格をとる動詞 θιγεῖν(θιγγάνω「触れる、衝突する」)が τοῦ μὲν ἄλλου μέρους(アテナイ船の「他の部分」)を支配している。したがって、「それらの敵船が[アテナイ船の]他の部分に衝突することはできず」と解釈される。
  2. 13.40.2οὐ μὴν οὐδʼ ἐνταῦθα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν — οὐ μὴν οὐδέ は強い否定の連続(「〜もまた決して…ない」)を表す。非人称動詞 συνέβαινεν に対格不定詞構文(τὴν ... τέχνην ἄπρακτον εἶναι)が主語節として続き、「舵手たちの技術が無効であるという事態にはならなかった」という意味になる。
  3. 13.40.6χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς — 動詞 πράττω の中動相 πράττομαι は「(金を)取り立てる、徴収する」を意味し、奪う対象(人)と奪うもの(金)の二つの対格(τοὺς Κυζικηνοὺς と χρήματα)をとる二重対格構文を形成している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §13.40.1-13.40.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.40.1-13.40.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。