Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.39.1-13.39.5

斯巴达与雅典舰队在赫勒斯滂海峡的交战

第 218 段,共 723 段 · 希腊语

内容简介

明达鲁斯率领的拉克代蒙舰队急驶往赫勒斯滂,雅典舰队随即追击,双方在阿比多斯与塞斯托斯之间的狭窄海域整列并爆发海战。

§13.39.1οὗτοι μὲν οὖν περὶ ταῦτα διέτριβον.
因此,这些人正忙于这些事务。
Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος νυκτὸς μετὰ τοῦ στόλου παντὸς ἐκπλεύσας εἰς Ἑλλήσποντον ἐκομίζετο κατὰ σπουδήν, καὶ δευτεραῖος εἰς Σίγειον κατέπλευσεν.
然而,拉克代蒙人的海军统帅明达鲁斯在夜间率领全体舰队出航,急速驶往赫勒斯滂,并在第二天驶入希盖翁。
οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν, οὐκ ἀνέμειναν ἁπάσας τὰς παρὰ τῶν συμμάχων τριήρεις, τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς, ἐδίωκον τοὺς Λακεδαιμονίους.
雅典人获悉他们的航行后,没有等待来自盟友的所有三段铎船,而是在仅有三艘加入他们的情况下,便动身追击拉克代蒙人。
§13.39.2ἐπεὶ δʼ ἦλθον εἰς Σίγειον, εὗρον τὸν μὲν στόλον ἐκπεπλευκότα, τρεῖς δὲ ναῦς ὑπολελειμμένας, ὧν εὐθέως ἐκυρίευσαν· καὶ μετὰ ταῦτʼ εἰς Ἐλεοῦντα καταπλεύσαντες τὰ περὶ τὴν ναυμαχίαν παρεσκευάζοντο.
当他们到达希盖翁时,发现舰队已经驶离,但留下了三艘船只,他们立即将其俘获;在此之后,他们驶入埃勒乌斯,开始为海战做准备。
§13.39.3Λακεδαιμόνιοι δὲ θεωροῦντες τοὺς πολεμίους τὰ πρὸς τὴν μάχην ἑτοιμαζομένους, καὶ αὐτοὶ πένθʼ ἡμέρας ἀναπείρας ποιούμενοι καὶ γυμνάσαντες τοὺς ἐρέτας, ἐξέταξαν τὸν στόλον εἰς ναυμαχίαν, ὄντα νεῶν δυεῖν ἐλάττω τῶν ἐνενήκοντα.
拉克代蒙人见敌军正在为战斗做准备,他们自己也进行了五天的模拟演练,并训练了桨手,随后将舰队整列排开以备海战,其规模为少于九十艘两艘(即八十八艘)。
οὗτοι μὲν οὖν ἐκ τοῦ πρὸς τὴν Ἀσίαν μέρους ἔστησαν τὰς ναῦς, οἱ δʼ Ἀθηναῖοι τὸ πρὸς τὴν Εὐρώπην ἔχοντες ἀντανήγοντο, τῷ μὲν πλήθει λειπόμενοι, ταῖς δʼ ἐμπειρίαις ὑπερέχοντες.
于是,他们将船只布置在靠近亚洲的一侧,而雅典人则占据靠近欧洲的一侧并出海迎击,他们在数量上处于劣势,但在经验上占据优势。
§13.39.4Λακεδαιμόνιοι μὲν οὖν ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔταξαν τοὺς Συρακοσίους, ὧν Ἑρμοκράτης ἀφηγεῖτο, τὸ δʼ εὐώνυμον αὐτοὶ συνεπλήρουν Πελοποννήσιοι, Μινδάρου τὴν ἡγεμονίαν ἔχοντος.
拉克代蒙人在右翼部署了由赫尔莫克拉底率领的叙拉古人,而左翼则由伯罗奔尼撒人自己填补,由明达鲁斯担任指挥。
τῶν δʼ Ἀθηναίων ἐπὶ μὲν τὸ δεξιὸν ἐτάχθη Θράσυλλος, ἐπὶ δὲ τὸ εὐώνυμον Θρασύβουλος.
在雅典人方面,色拉西卢斯被部署在右翼,色拉西布洛斯在左翼。
καὶ τὸ μὲν πρῶτον ἔσπευδον ἀμφότεροι φιλοτιμούμενοι περὶ τοῦ τόπου, ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον.
起初,双方都急于争夺有利位置,以免使潮流成为逆流。
§13.39.5διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες· μεταξὺ γὰρ Ἀβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις.
因此,他们也在很长一段时间内互相绕行,封锁海峡并为争夺阵位进行局部交战;因为海战是在阿比多斯和塞斯托斯之间进行的,在狭窄的水域中,潮流造成了不小的阻碍。
οὐ μὴν ἀλλʼ οἱ τῶν Ἀθηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο.
尽管如此,雅典人的舵手在经验上大为领先,为胜利做出了巨大贡献。

词汇与语法注释

  1. §13.39.1δευτεραῖος — 表示时间的形容词用作主语的述语性修饰,起到副词作用,意为“在第二天”。
  2. §13.39.1τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς — 独立属格结构。省略了作逻辑主语的名词,需从前文中的 τριήρεις(三段铎船)补充解构。
  3. §13.39.3ὄντα νεῶν δυεῖν ἐλάττω τῶν ἐνενήκοντα — 分词 ὄντα 修饰 τὸν στόλον。缩约形式的比较级 ἐλάττω 支配比较属格 τῶν ἐνενήκοντα(九十),并伴随表示差额的属格 νεῶν δυεῖν(两艘船),意为“比九十艘少两艘(即八十八艘)”。
  4. §13.39.4ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον — 带虚拟语气现在时 ἔχωσιν 的 ὅπως μὴ 从句,表示主句动词 ἔσπευδον(急切、努力)的目的或意图。形容词 ἐναντίον 对宾格名词 τὸν ῥοῦν 作述语性修饰,意为“不使潮流成为阻碍(逆流)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.39.1-13.39.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.39.1-13.39.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。