§13.4.1Συρακόσιοι δʼ ἀκούσαντες ἐπὶ τοῦ πορθμοῦ τὰς δυνάμεις εἶναι τῶν Ἀθηναίων, στρατηγοὺς κατέστησαν αὐτοκράτορας τρεῖς, Ἑρμοκράτην, Σικανόν, Ἡρακλείδην, οἳ τοὺς στρατιώτας κατέγραφον καὶ πρέσβεις ἐπὶ τὰς κατὰ Σικελίαν πόλεις ἀπέστελλον, δεόμενοι τῆς κοινῆς σωτηρίας ἀντιλαμβάνεσθαι·
シラクサ人たちは、アテナイ軍の兵力が海峡に達していると聞いて、3人の全権将軍、ヘルモクラテス、シカノス、ヘラクレデイスを任命した。 彼らは兵士たちを徴募し、シケリアの各都市に使節を派遣して、共同の生存のために力を貸してほしいと要請した。
τοὺς γὰρ Ἀθηναίους τῷ μὲν λόγῳ πρὸς Συρακοσίους ἐνίστασθαι τὸν πόλεμον, τῇ δʼ ἀληθείᾳ καταστρέψασθαι βουλομένους ὅλην τὴν νῆσον.
というのは、アテナイ人は言葉の上ではシラクサ人に対して戦争を起こしているが、実際には島全体を征服することを望んでいるのだと主張したからである。
§13.4.2Ἀκραγαντῖνοι μὲν οὖν καὶ Νάξιοι συμμαχήσειν ἔφησαν Ἀθηναίοις, Καμαριναῖοι δὲ καὶ Μεσσήνιοι τὴν μὲν εἰρήνην ἄξειν ὡμολόγησαν, τὰς δʼ ὑπὲρ τῆς συμμαχίας ἀποκρίσεις ἀνεβάλοντο·
そこで、アクラガス人とナクソス人はアテナイ人と同盟を結ぶと言い、カマリナ人とメッセネ人は平和を維持することには同意したものの、同盟に関する回答は先延ばしにした。
Ἱμεραῖοι δὲ καὶ Σελινούντιοι, πρὸς δὲ τούτοις Γελῷοι καὶ Καταναῖοι, συναγωνιεῖσθαι τοῖς Συρακοσίοις ἐπηγγείλαντο.
また、ヒメラ人とセリヌス人、さらにはゲラ人とカタネ人は、シラクサ人とともに戦うことを約束した。
αἱ δὲ τῶν Σικελῶν πόλεις τῇ μὲν εὐνοίᾳ πρὸς Συρακοσίους ἔρρεπον, ὅμως δʼ ἐν ἡσυχίᾳ μένουσαι τὸ συμβησόμενον ἐκαραδόκουν.
シケル人の諸都市は、心情においてはシラクサ人に傾いていたものの、やはり静観して、事態の成り行きを見守っていた。
§13.4.3τῶν δʼ Αἰγεσταίων οὐχ ὁμολογούντων δώσειν πλέον τῶν τριάκοντα ταλάντων, οἱ στρατηγοὶ τῶν Ἀθηναίων ἐγκαλέσαντες αὐτοῖς ἀνήχθησαν ἐκ Ῥηγίου μετὰ τῆς δυνάμεως, καὶ κατέπλευσαν τῆς Σικελίας εἰς Νάξον.
アイゲスタ人が30タラントンより多くを支払うことに同意しなかったため、アテナイの将軍たちは彼らを非難し、軍を率いてレギオンから出帆し、シケリアのナクソスに入港した。
δεξαμένων δʼ αὐτοὺς τῶν ἐν τῇ πόλει φιλοφρόνως, παρέπλευσαν ἐκεῖθεν εἰς Κατάνην.
市内の人々が彼らを親切に迎え入れたので、彼らはそこからカタネへと沿岸を航行した。
§13.4.4τῶν δὲ Καταναίων εἰς μὲν τὴν πόλιν οὐ δεχομένων τοὺς στρατιώτας, τοὺς δὲ στρατηγοὺς ἐασάντων εἰσελθεῖν καὶ παρασχομένων ἐκκλησίαν, οἱ στρατηγοὶ τῶν Ἀθηναίων περὶ συμμαχίας διελέγοντο.
しかし、カタネ人は、兵士たちを市内へ受け入れることはしなかったものの、将軍たちが入ることは許して発言の場を提供したため、アテナイの将軍たちは同盟について交渉を行っていた。
§13.4.5δημηγοροῦντος δὲ τοῦ Ἀλκιβιάδου τῶν στρατιωτῶν τινες διελόντες πυλίδα παρεισέπεσον εἰς τὴν πόλιν·
そしてアルキビアデスが演説を行っている最中に、兵士の一部が小門を壊して市内に潜入した。
διʼ ἣν αἰτίαν ἠναγκάσθησαν οἱ Καταναῖοι κοινωνεῖν τοῦ κατὰ τῶν Συρακοσίων πολέμου.
このために、カタネ人はシラクサに対する戦争に加わることを余儀なくされた。