Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §13.34.1-13.34.6

雅典四百人政权与叙拉古政体改革

第 213 段,共 723 段 · 希腊语

内容简介

在雅典于西西里惨败之年,希奥斯和萨摩斯等盟国纷纷叛离,雅典随之建立起四百人寡头政权。与此同时,叙拉古人庆祝战争结束,并在狄奥克勒斯的主导下开始进行政体改革,推行抽签授官并起草新法。

§13.34.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλίου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Κορνήλιον Γάιον Φάβιον, Ὀλυμπιὰς δʼ ἤχθη παρʼ Ἠλείοις δευτέρα πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.
当卡里阿斯在雅典担任执政官时,罗马人设立了四名军事执政官来代替执政官,即波普利乌斯·科尔内利乌斯和盖乌斯·法比乌斯;此外,埃利斯人举办了第九十二届奥林匹克运动会,在这一届中,阿克拉加斯的埃克塞内托斯赢得了短跑比赛的冠军。
ἐπὶ δὲ τούτων Ἀθηναίων περὶ Σικελίαν ἐπταικότων συνέβη τὴν ἡγεμονίαν αὐτῶν καταφρονηθῆναι·
在这些人的执政期内,由于雅典人在西西里附近遭受挫败,他们的霸权开始受到蔑视。
§13.34.2εὐθὺς γὰρ Χῖοι καὶ Σάμιοι καὶ Βυζάντιοι καὶ πολλοὶ τῶν συμμάχων ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους.
因为直截了当地,希奥斯人、萨摩斯人、拜占庭人以及许多盟友都倒向了拉刻代蒙人一方。
διόπερ ὁ δῆμος ἀθυμήσας ἐξεχώρησεν ἑκουσίως τῆς δημοκρατίας, ἑλόμενος δὲ ἄνδρας τετρακοσίους, τούτοις τὴν διοίκησιν ἐπέτρεψε τῶν κοινῶν.
因此,民众人感到沮丧,自愿退出了民主制,并选出四百人,将公共事务的治理权托付给他们。
οἱ δὲ τῆς ὀλιγαρχίας προεστῶτες ναυπηγησάμενοι πλείους τριήρεις ἀπέστειλαν τεσσαράκοντα καὶ στρατηγούς.
而处于寡头政治首脑地位的人们在建造了更多的三列桨战船后,派遣了四十艘战船和将军们。
§13.34.3οὗτοι δὲ στασιάζοντες πρὸς ἀλλήλους εἰς Ὠρωπὸν ἐξέπλευσαν· ἐκεῖ γὰρ ὥρμουν αἱ τῶν πολεμίων τριήρεις.
然而,这些将军们彼此不和,航行前往奥罗波斯;因为敌人的三列桨战船正停泊在那里。
γενομένης οὖν ναυμαχίας ἐνίκων οἱ Λακεδαιμόνιοι, καὶ σκαφῶν εἴκοσι καὶ δυεῖν ἐκυρίευσαν.
于是发生了一场海战,拉刻代蒙人获胜,并俘获了二十二艘船只。
§13.34.4Συρακόσιοι δὲ καταλελυκότες τὸν πρὸς Ἀθηναίους πόλεμον, τοὺς μὲν Λακεδαιμονίους συμμαχήσαντας, ὧν ἦρχε Γύλιππος, ἐτίμησαν τοῖς ἐκ τοῦ πολέμου λαφύροις, συναπέστειλαν δʼ αὐτοῖς εἰς Λακεδαίμονα συμμαχίαν εἰς τὸν πρὸς Ἀθηναίους πόλεμον τριάκοντα καὶ πέντε τριήρεις, ὧν ἦρχεν Ἑρμοκράτης ὁ πρωτεύων τῶν πολιτῶν.
叙拉古人结束了对雅典人的战争,用战争中获得的战利品优待了作为盟国参战的拉刻代蒙人(他们由吉利普斯率领),并派遣了三十五艘由市民中最有声望的赫尔莫克拉特斯所率领的三列桨战船与他们一同前往拉刻代蒙,作为针对雅典人战争的盟军。
§13.34.5αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀθροίσαντες τοὺς μὲν ναοὺς ἀναθήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν.
他们自己则收集了战争中获得的利益,用献纳品和战利品装饰神殿,并用相应的奖赏优待了士兵中表现最杰出的功臣。
§13.34.6μετὰ δὲ ταῦτα τῶν δημαγωγῶν ὁ πλεῖστον παρʼ αὐτοῖς ἰσχύσας Διοκλῆς ἔπεισε τὸν δῆμον μεταστῆσαι τὴν πολιτείαν εἰς τὸ κλήρῳ τὰς ἀρχὰς διοικεῖσθαι, ἑλέσθαι δὲ καὶ νομοθέτας εἰς τὸ τὴν πολιτείαν διατάξαι καὶ νόμους καινοὺς ἰδίᾳ συγγράψαι.
在此之后,在他们的民粹领袖中拥有最大权力的狄奥克勒斯说服民众改变政体,使官职通过抽签来管理,并且选出立法者来整顿政体并起草他们自己独特的新法律。

词汇与语法注释

  1. 13.34.1τέτταρας, Πόπλιον Κορνήλιον Γάιον Φάβιον — 尽管文本中指明是“四名”(τέτταρας),但紧接着列出的名字却只有两个(波普利乌斯·科尔内利乌斯和盖乌斯·法比乌斯)。这可能是由于抄本传抄过程中遗失了其余两人的名字,或者是作者本人对史料进行了省略。
  2. 13.34.1ἐπὶ δὲ τούτων — 表示时间的介词短语(意为“在这些人的执政期内”或“在此期间”),指代前半句中提到的雅典执政官、罗马军事执政官以及奥林匹克运动会。
  3. 13.34.4συμμαχίαν — 作为前述 τριάκοντα καὶ πέντε τριήρεις(三十五艘三列桨战船)的同位语,或表示目的的谓语性宾格,意为“作为同盟军”或“作为援助”。
  4. 13.34.6εἰς τὸ κλήρῳ τὰς ἀρχὰς διοικεῖσθαι — 介词 εἰς 与带冠词的不定式 τὸ ... διοικεῖσθαι 连用,表示目的或结果(意为“以使……”)。被动不定式的逻辑主语是宾格的 τὰς ἀρχάς,而 κλήρῳ 是手段与格(“通过抽签”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §13.34.1-13.34.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:13.34.1-13.34.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。