§13.34.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Καλλίου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων χιλιάρχους κατέστησαν τέτταρας, Πόπλιον Κορνήλιον Γάιον Φάβιον, Ὀλυμπιὰς δʼ ἤχθη παρʼ Ἠλείοις δευτέρα πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.
アテナイでカリアスがアルコンであったとき、ローマ人は執政官の代わりに四人の千人隊長を任命した。 すなわちポプリウス・コルネリウス、ガイウス・ファビウスである。 またエリス人たちのもとで第九十二回オリンピア祭が催され、その際アクラガスのエクセネトスが短距離競走で優勝した。
ἐπὶ δὲ τούτων Ἀθηναίων περὶ Σικελίαν ἐπταικότων συνέβη τὴν ἡγεμονίαν αὐτῶν καταφρονηθῆναι·
これらの人々の執政期に、アテナイ人がシケリア近辺で手痛い打撃を被ったため、彼らの覇権が軽んじられる事態となった。
§13.34.2εὐθὺς γὰρ Χῖοι καὶ Σάμιοι καὶ Βυζάντιοι καὶ πολλοὶ τῶν συμμάχων ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους.
というのも、直ちにキオス人、サモス人、ビュザンティオン人、そして同盟者の多くがラケダイモン人の側へと離反したからである。
διόπερ ὁ δῆμος ἀθυμήσας ἐξεχώρησεν ἑκουσίως τῆς δημοκρατίας, ἑλόμενος δὲ ἄνδρας τετρακοσίους, τούτοις τὴν διοίκησιν ἐπέτρεψε τῶν κοινῶν.
それゆえ民衆は意気消沈し、自発的に民主政を放棄し、四百人の男たちを選出して彼らに国政の運営を委ねた。
οἱ δὲ τῆς ὀλιγαρχίας προεστῶτες ναυπηγησάμενοι πλείους τριήρεις ἀπέστειλαν τεσσαράκοντα καὶ στρατηγούς.
寡頭政の指導者たちは、さらに多くの三段櫂船を建造すると、四十隻の船と将軍たちを派遣した。
§13.34.3οὗτοι δὲ στασιάζοντες πρὸς ἀλλήλους εἰς Ὠρωπὸν ἐξέπλευσαν·
しかしこれらの将軍たちは互いに反目し合いながらオロポスへと出航した。
ἐκεῖ γὰρ ὥρμουν αἱ τῶν πολεμίων τριήρεις.
そこには敵の三段櫂船が停泊していたからである。
γενομένης οὖν ναυμαχίας ἐνίκων οἱ Λακεδαιμόνιοι, καὶ σκαφῶν εἴκοσι καὶ δυεῖν ἐκυρίευσαν.
そこで海戦が起こるとラケダイモン人が勝利し、二十二隻の船を拿捕した。
§13.34.4Συρακόσιοι δὲ καταλελυκότες τὸν πρὸς Ἀθηναίους πόλεμον, τοὺς μὲν Λακεδαιμονίους συμμαχήσαντας, ὧν ἦρχε Γύλιππος, ἐτίμησαν τοῖς ἐκ τοῦ πολέμου λαφύροις, συναπέστειλαν δʼ αὐτοῖς εἰς Λακεδαίμονα συμμαχίαν εἰς τὸν πρὸς Ἀθηναίους πόλεμον τριάκοντα καὶ πέντε τριήρεις, ὧν ἦρχεν Ἑρμοκράτης ὁ πρωτεύων τῶν πολιτῶν.
シラクサ人はアテナイ人との戦争を終結させると、ともに戦ったラケダイモン人(彼らを率いたのはギュリッポスであった)を戦争で得た戦利品によって厚遇し、さらにアテナイ人に対する戦争のための同盟軍として、市民のうちで最も有力な者であるヘルモクラテスが率いる三十五隻の三段櫂船を、彼らに同行させてラケデモンへと派遣した。
§13.34.5αὐτοὶ δὲ τὰς ἐκ τοῦ πολέμου γενομένας ὠφελείας ἀθροίσαντες τοὺς μὲν ναοὺς ἀναθήμασι καὶ σκύλοις ἐκόσμησαν, τῶν δὲ στρατιωτῶν τοὺς ἀριστεύσαντας ταῖς προσηκούσαις δωρεαῖς ἐτίμησαν.
彼ら自身は戦争から得られた利益を集めると、神殿を寄進物や戦利品で飾り立て、兵士のうちで抜群の功績を立てた者たちをふさわしい褒賞によって厚遇した。
§13.34.6μετὰ δὲ ταῦτα τῶν δημαγωγῶν ὁ πλεῖστον παρʼ αὐτοῖς ἰσχύσας Διοκλῆς ἔπεισε τὸν δῆμον μεταστῆσαι τὴν πολιτείαν εἰς τὸ κλήρῳ τὰς ἀρχὰς διοικεῖσθαι, ἑλέσθαι δὲ καὶ νομοθέτας εἰς τὸ τὴν πολιτείαν διατάξαι καὶ νόμους καινοὺς ἰδίᾳ συγγράψαι.
この後、民衆の間で最も大きな影響力を持っていた民衆指導者の一人であるディオクレスは、官職が抽選によって運営されるように国制を変更すること、そして国制を整備し自ら独自の新しい法律を起草させるために立法者たちを選出することを、民衆に説得して同意させた。